LXX Judges 12
Widgets to be programmed here




1. καὶ συνήχθησαν οἱ υἱοὶ Eφραιμ καὶ ἦλθον εἰς *σεφινα καὶ εἶπον πρὸς Iεφθαε τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Aμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί

2. καὶ εἶπεν πρὸς αὐτοὺς Iεφθαε ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ λαός μου καὶ οἱ υἱοὶ Aμμων ἐταπείνουν με σφόδρα καὶ ἐβόησα πρὸς ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν

3. καὶ εἶδον ὅτι οὐκ ἦν σῴζων καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Aμμων καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί

4. καὶ συνήθροισεν Iεφθαε πάντας τοὺς ἄνδρας *γαλααδ καὶ ἐπολέμει τὸν Eφραιμ καὶ ἐπάταξαν ἄνδρες *γαλααδ τὸν Eφραιμ ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Eφραιμ ὑμεῖς *γαλααδ ἐν μέσῳ Eφραιμ καὶ ἐν μέσῳ *μαναςη

5. καὶ προκατελάβοντο ἄνδρες *γαλααδ τὰς διαβάσεις τοῦ Iορδάνου τοῦ Eφραιμ καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Eφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες *γαλααδ μὴ ὑμεῖς ἐκ τοῦ Eφραιμ καὶ εἶπαν οὔκ ἐσμεν

6. καὶ εἶπαν αὐτοῖς εἴπατε δὴ σύνθημα καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Iορδάνου καὶ ἔπεσαν ἐξ Eφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεςαράκοντα χιλιάδες

7. καὶ ἔκρινεν Iεφθαε τὸν Iσραηλ ἓξ ἔτη καὶ ἀπέθανεν Iεφθαε *γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ *γαλααδ

8. καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Iσραηλ Eσεβων ἐκ *βαιθλεεμ

9. καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Iσραηλ ἑπτὰ ἔτη

10. καὶ ἀπέθανεν Eσεβων καὶ ἐτάφη ἐν *βηθλεεμ

11. καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Iσραηλ Aιλων *ζαβουλωνίτης καὶ ἔκρινεν τὸν Iσραηλ δέκα ἔτη

12. καὶ ἀπέθανεν Aιλων *ζαβουλωνίτης ἐν Aιλιμ καὶ ἔθαψαν αὐτὸν ἐν γῇ *ζαβουλων

13. καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Iσραηλ *λαβδων υἱὸς *σελλημ *φρααθωνίτης

14. καὶ ἐγένοντο αὐτῷ τεςαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Iσραηλ ὀκτὼ ἔτη

15. καὶ ἀπέθανεν *λαβδων υἱὸς *σελλημ *φρααθωνίτης καὶ ἐτάφη ἐν *φρααθων ἐν γῇ Eφραιμ ἐν ὄρει *λανακ















Parse Information
Hover over the lovely Greek words to see parse information.