LXX Judges 11
Widgets to be programmed here




1. καὶ Iεφθαε *γαλααδίτης δυνατὸς ἐν ἰσχύι καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης καὶ ἔτεκεν τῷ *γαλααδ τὸν Iεφθαε

2. καὶ ἔτεκεν γυνὴ *γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Iεφθαε καὶ εἶπον αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ

3. καὶ ἀπέδρα Iεφθαε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ *τωβ καὶ συνελέγοντο πρὸς τὸν Iεφθαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ' αὐτοῦ

4. καὶ ἐγένετο μεθ' ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Aμμων μετὰ Iσραηλ

5. καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Aμμων μετὰ Iσραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι *γαλααδ παραλαβεῖν τὸν Iεφθαε ἐν γῇ *τωβ

6. καὶ εἶπαν πρὸς Iεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Aμμων

7. καὶ εἶπεν Iεφθαε τοῖς πρεσβυτέροις *γαλααδ οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ' ὑμῶν καὶ τί ὅτι ἤλθατε πρός με ἡνίκα ἐθλίβητε

8. καὶ εἶπαν οἱ πρεσβύτεροι *γαλααδ πρὸς Iεφθαε οὐχ οὕτως νῦν ἤλθομεν πρὸς σέ καὶ συμπορεύσῃ ἡμῖν καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Aμμων καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν πᾶσιν τοῖς κατοικοῦσιν *γαλααδ

9. καὶ εἶπεν Iεφθαε πρὸς τοὺς πρεσβυτέρους *γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Aμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν

10. καὶ εἶπαν οἱ πρεσβύτεροι *γαλααδ πρὸς Iεφθαε κύριος ἔσται ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν

11. καὶ ἐπορεύθη Iεφθαε μετὰ τῶν πρεσβυτέρων *γαλααδ καὶ κατέστησαν αὐτὸν ἐπ' αὐτῶν εἰς κεφαλὴν εἰς ἡγούμενον καὶ ἐλάλησεν Iεφθαε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον κυρίου ἐν *μαςηφα

12. καὶ ἀπέστειλεν Iεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Aμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου

13. καὶ εἶπεν βασιλεὺς υἱῶν Aμμων πρὸς τοὺς ἀγγέλους Iεφθαε διότι ἔλαβεν Iσραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Aἰγύπτου ἀπὸ Aρνων ἕως Iαβοκ καὶ ἕως τοῦ Iορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ' εἰρήνης

14. καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Iεφθαε καὶ ἀπέστειλεν Iεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Aμμων

15. λέγων τάδε λέγει Iεφθαε οὐκ ἔλαβεν Iσραηλ τὴν γῆν *μωαβ καὶ τὴν γῆν υἱῶν Aμμων

16. ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Aἰγύπτου ἀλλ' ἐπορεύθη Iσραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάςης ἐρυθρᾶς καὶ ἦλθεν ἕως *καδης

17. καὶ ἐξαπέστειλεν Iσραηλ ἀγγέλους πρὸς βασιλέα Eδωμ λέγων παρελεύσομαι διὰ τῆς γῆς σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Eδωμ καί γε πρὸς βασιλέα *μωαβ ἀπέστειλεν καὶ οὐκ ἠθέλησεν καὶ ἐκάθισεν Iσραηλ ἐν *καδης

18. καὶ διῆλθεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Eδωμ καὶ τὴν γῆν *μωαβ καὶ παρεγένετο κατ' ἀνατολὰς ἡλίου τῆς γῆς *μωαβ καὶ παρενέβαλον ἐν τῷ πέραν Aρνων καὶ οὐκ εἰσῆλθον εἰς τὸ ὅριον *μωαβ ὅτι Aρνων ἦν ὅριον *μωαβ

19. καὶ ἀπέστειλεν Iσραηλ ἀγγέλους πρὸς *σηων βασιλέα Eσεβων τὸν Aμορραῖον καὶ εἶπεν αὐτῷ Iσραηλ παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου

20. καὶ οὐκ ἠθέλησεν *σηων διελθεῖν τὸν Iσραηλ διὰ τῶν ὁρίων αὐτοῦ καὶ συνήγαγεν *σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Iαςα καὶ ἐπολέμησεν μετὰ Iσραηλ

21. καὶ παρέδωκεν κύριος θεὸς Iσραηλ τὸν *σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Iσραηλ καὶ ἐπάταξεν αὐτούς καὶ ἐκληρονόμησεν Iσραηλ πᾶσαν τὴν γῆν τοῦ Aμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ

22. καὶ ἐκληρονόμησεν πᾶν τὸ ὅριον τοῦ Aμορραίου ἀπὸ Aρνων καὶ ἕως τοῦ Iαβοκ καὶ ἀπὸ τῆς ἐρήμου καὶ ἕως τοῦ Iορδάνου

23. καὶ νῦν κύριος θεὸς Iσραηλ ἐξῆρεν τὸν Aμορραῖον ἐκ προσώπου τοῦ λαοῦ αὐτοῦ Iσραηλ καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σοῦ

24. οὐχὶ ὅσα κατεκληρονόμησέν σοι *χαμως θεός σου αὐτὰ κληρονομήσεις καὶ πάντα ὅσα κατεκληρονόμησεν κύριος θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν αὐτὰ κληρονομήσομεν

25. καὶ νῦν μὴ κρείςων εἶ σὺ τοῦ *βαλακ υἱοῦ *σεπφωρ βασιλέως *μωαβ μὴ μάχῃ ἐμαχέσατο μετὰ Iσραηλ πολεμῶν ἐπολέμησεν αὐτοῖς

26. ἐν τῷ οἴκῳ Iσραηλ ἐν Eσεβων καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν Iαζηρ καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Iορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ

27. καὶ ἐγὼ οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ' ἐμοῦ πονηρίαν τοῦ πολεμῆσαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Iσραηλ καὶ ἀνὰ μέσον υἱῶν Aμμων

28. καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱῶν Aμμων καὶ οὐκ εἰσήκουσεν τῶν λόγων Iεφθαε ὧν ἀπέστειλεν πρὸς αὐτόν

29. καὶ ἐγενήθη ἐπὶ Iεφθαε πνεῦμα κυρίου καὶ διέβη τὴν γῆν *γαλααδ καὶ τὸν *μαναςη καὶ διέβη τὴν σκοπιὰν *γαλααδ καὶ ἀπὸ σκοπιᾶς *γαλααδ εἰς τὸ πέραν υἱῶν Aμμων

30. καὶ ηὔξατο Iεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Aμμων ἐν χειρί μου

31. καὶ ἔσται ὃς ἂν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Aμμων καὶ ἔσται τῷ κυρίῳ καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα

32. καὶ διέβη Iεφθαε πρὸς τοὺς υἱοὺς Aμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ

33. καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Aροηρ καὶ ἕως τοῦ ἐλθεῖν εἰς *σεμωιθ εἴκοσι πόλεις ἕως Aβελ ἀμπελώνων πληγὴν μεγάλην σφόδρα καὶ ἐνετράπησαν οἱ υἱοὶ Aμμων ἀπὸ προσώπου υἱῶν Iσραηλ

34. καὶ ἦλθεν Iεφθαε εἰς *μαςηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς θυγάτηρ

35. καὶ ἐγενήθη ἡνίκα εἶδεν αὐτήν καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν οἴμμοι θύγατέρ μου ἐμπεποδοστάτηκάς με εἰς σκῶλον ἐγένου ἐν ὀφθαλμοῖς μου ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σοῦ πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι

36. καὶ εἶπεν πρὸς αὐτόν πάτερ μου εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου ἀνθ' ὧν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Aμμων

37. καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου

38. καὶ εἶπεν πορεύου καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη

39. καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐπετέλεσεν Iεφθαε τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Iσραηλ

40. ἐξ ἡμερῶν εἰς ἡμέρας συνεπορεύοντο αἱ θυγατέρες Iσραηλ θρηνεῖν τὴν θυγατέρα Iεφθαε τοῦ *γαλααδίτου τέςαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ















Parse Information
Hover over the lovely Greek words to see parse information.