LXX Judges 10
Widgets to be programmed here




1. καὶ ἀνέστη μετὰ Aβιμελεχ τοῦ σῶσαι τὸν Iσραηλ *θωλα υἱὸς *φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Iςαχαρ καὶ αὐτὸς κατῴκει ἐν *σαμαρείᾳ ἐν ὄρει Eφραιμ

2. καὶ ἔκρινεν τὸν Iσραηλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν *σαμαρείᾳ

3. καὶ ἀνέστη μετ' αὐτὸν Iαι+ρ *γαλααδίτης καὶ ἔκρινεν τὸν Iσραηλ εἴκοσι καὶ δύο ἔτη

4. καὶ ἐγένοντο αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοῖς καὶ ἐκάλεσεν αὐτὰς Ἐπαύλεις Iαι+ρ ἕως τῆς ἡμέρας ταύτης αἵ εἰσιν ἐν τῇ γῇ *γαλααδ

5. καὶ ἀπέθανεν Iαι+ρ καὶ ἐτάφη ἐν Ραμμω

6. καὶ προσέθεντο οἱ υἱοὶ Iσραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐλάτρευσαν ταῖς *βααλιμ καὶ ταῖς Aσταρωθ καὶ τοῖς θεοῖς *σιδῶνος καὶ τοῖς θεοῖς *μωαβ καὶ τοῖς θεοῖς υἱῶν Aμμων καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ

7. καὶ ἐθυμώθη ὀργῇ κύριος ἐν τῷ Iσραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ ἀλλοφύλων καὶ ἐν χειρὶ υἱῶν Aμμων

8. καὶ ἐσάθρωσαν καὶ ἔθλασαν τοὺς υἱοὺς Iσραηλ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη πάντας τοὺς υἱοὺς Iσραηλ ἐν τῷ πέραν τοῦ Iορδάνου ἐν τῇ γῇ τοῦ Aμορραίου ἐν τῇ *γαλααδίτιδι

9. καὶ διέβησαν οἱ υἱοὶ Aμμων τὸν Iορδάνην ἐκπολεμῆσαι καὶ ἐν τῷ Iουδα καὶ *βενιαμιν καὶ ἐν τῷ οἴκῳ Eφραιμ καὶ ἐθλίβησαν οἱ υἱοὶ Iσραηλ σφόδρα

10. καὶ ἐκέκραξαν οἱ υἱοὶ Iσραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῖς *βααλιμ

11. καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Iσραηλ οὐχὶ οἱ Aἰγύπτιοι καὶ οἱ Aμορραῖοι καὶ οἱ υἱοὶ Aμμων καὶ *μωαβ καὶ οἱ ἀλλόφυλοι

12. καὶ *σιδώνιοι καὶ *μαδιαμ καὶ Aμαληκ ἐξέθλιψαν ὑμᾶς καὶ ἐκεκράξατε πρός με καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν

13. καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοῖς ἑτέροις διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς

14. βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοῖς καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν

15. καὶ εἶπαν οἱ υἱοὶ Iσραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμῖν κατὰ πάντα ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου πλήν κύριε ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ

16. καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ κυρίῳ καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Iσραηλ

17. καὶ ἀνέβησαν οἱ υἱοὶ Aμμων καὶ παρενέβαλον ἐν *γαλααδ καὶ ἐξῆλθον οἱ υἱοὶ Iσραηλ καὶ παρενέβαλον ἐν τῇ *μαςηφα

18. καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ *γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἀνήρ ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Aμμων καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν *γαλααδ















Parse Information
Hover over the lovely Greek words to see parse information.