LXX Judges 1
Widgets to be programmed here




1. καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Iσραηλ ἐν κυρίῳ λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν *χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ

2. καὶ εἶπεν κύριος Iουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ

3. καὶ εἶπεν Iουδας πρὸς *συμεων τὸν ἀδελφὸν αὐτοῦ ἀνάβηθι μετ' ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ πολεμήσωμεν ἐν τῷ *χαναναίῳ καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύθη μετ' αὐτοῦ *συμεων

4. καὶ ἀνέβη Iουδας καὶ ἔδωκεν κύριος τὸν *χαναναῖον καὶ τὸν *φερεζαῖον ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς ἐν *βεζεκ δέκα χιλιάδας ἀνδρῶν

5. καὶ εὗρον τὸν Aδωνιβεζεκ ἐν *βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν *χαναναῖον καὶ τὸν *φερεζαῖον

6. καὶ ἔφυγεν Aδωνιβεζεκ καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ

7. καὶ εἶπεν Aδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι θεός καὶ ἤγαγον αὐτὸν εἰς Iερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ

8. καὶ ἐπολέμησαν οἱ υἱοὶ Iουδα ἐν Iερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί

9. καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Iουδα πολεμῆσαι ἐν τῷ *χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν

10. καὶ ἐπορεύθη Iουδας πρὸς τὸν *χαναναῖον τὸν κατοικοῦντα ἐν *χεβρων καὶ ἐξῆλθεν *χεβρων ἐξ ἐναντίας τὸ δὲ ὄνομα *χεβρων ἦν ἔμπροσθεν *καριαθαρβοκσεφερ καὶ ἐπάταξεν τὸν *σεσι καὶ τὸν Aχιμαν καὶ τὸν *θολμι γεννήματα τοῦ Eνακ

11. καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας *δαβιρ καὶ τὸ ὄνομα *δαβιρ ἦν ἔμπροσθεν *πόλις γραμμάτων

12. καὶ εἶπεν *χαλεβ ὃς ἂν πατάξῃ τὴν *πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτῷ τὴν Aσχαν θυγατέρα μου εἰς γυναῖκα

13. καὶ προκατελάβετο αὐτὴν *γοθονιηλ υἱὸς *κενεζ ἀδελφὸς *χαλεβ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Aσχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα

14. καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου εἰς γῆν νότου ἐκδέδοσαί με καὶ εἶπεν αὐτῇ *χαλεβ τί ἐστίν σοι

15. καὶ εἶπεν αὐτῷ Aσχα δός μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτῇ *χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν

16. καὶ οἱ υἱοὶ Iωβαβ τοῦ *κιναίου πενθεροῦ *μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Iουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Aραδ καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ

17. καὶ ἐπορεύθη Iουδας μετὰ *συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν *χαναναῖον τὸν κατοικοῦντα *σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις

18. καὶ οὐκ ἐκληρονόμησεν Iουδας τὴν *γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Aκκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς

19. καὶ ἦν κύριος μετὰ Iουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα ὅτι Ρηχαβ διεστείλατο αὐτήν

20. καὶ ἔδωκεν τῷ *χαλεβ τὴν *χεβρων καθὰ ἐλάλησεν *μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Eνακ

21. καὶ τὸν Iεβουσαῖον τὸν κατοικοῦντα ἐν Iερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ *βενιαμιν καὶ κατῴκησεν Iεβουσαῖος μετὰ τῶν υἱῶν *βενιαμιν ἕως τῆς ἡμέρας ταύτης

22. καὶ ἀνέβησαν οἱ υἱοὶ Iωσηφ καί γε αὐτοὶ εἰς *βαιθηλ καὶ Iουδας μετ' αὐτῶν

23. καὶ παρενέβαλον οἶκος Iσραηλ κατὰ *βαιθηλ τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν *λουζα

24. καὶ εἶδον οἱ φυλάςοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος

25. καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν

26. καὶ ἀπῆλθεν ἀνὴρ εἰς γῆν *χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς *λουζα τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης

27. καὶ οὐκ ἐκληρονόμησεν *μαναςης τὴν *βαιθσαν ἐστιν *σκυθῶν πόλις οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Eκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας *δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας *βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας *μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Iεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς καὶ ἤρξατο *χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ

28. καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Iσραηλ καὶ ἔθετο τὸν *χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν

29. καὶ Eφραιμ οὐκ ἐξῆρεν τὸν *χαναναῖον τὸν κατοικοῦντα ἐν *γαζερ καὶ κατῴκει *χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν *γαζερ καὶ ἐγένετο εἰς φόρον

30. καὶ *ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας *κεδρων καὶ τοὺς κατοικοῦντας Eνααλα καὶ κατῴκησεν *χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον

31. καὶ Aσηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Aκχω καὶ ἐγένετο αὐτῷ εἰς φόρον καὶ τοὺς κατοικοῦντας *δωρ καὶ τοὺς κατοικοῦντας *σιδῶνα καὶ τοὺς κατοικοῦντας Aαλαφ καὶ τὸν Aχαζιβ καὶ τὴν *χελβα καὶ τὴν Aφεκ καὶ τὴν Ροωβ

32. καὶ κατῴκησεν Aσηρ ἐν μέσῳ τοῦ *χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν

33. καὶ *νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας *βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας *βαιθενεθ καὶ κατῴκησεν Iσραηλ ἐν μέσῳ τοῦ *χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν οἱ δὲ κατοικοῦντες *βαιθσαμυς καὶ τὴν *βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον

34. καὶ ἐξέθλιψεν Aμορραῖος τοὺς υἱοὺς *δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα

35. καὶ ἤρξατο Aμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ *μυρσινῶνος οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες καὶ ἐβαρύνθη χεὶρ οἴκου Iωσηφ ἐπὶ τὸν Aμορραῖον καὶ ἐγένετο εἰς φόρον

36. καὶ τὸ ὅριον τοῦ Aμορραίου Iδουμαῖος ἐπάνω Aκραβιν ἐπὶ τῆς *πέτρας καὶ ἐπάνω















Parse Information
Hover over the lovely Greek words to see parse information.