LXX Joshua 24
Widgets to be programmed here




1. καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Iσραηλ εἰς *σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ

2. καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν τάδε λέγει κύριος θεὸς Iσραηλ πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ' ἀρχῆς *θαρα πατὴρ Aβρααμ καὶ πατὴρ *ναχωρ καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις

3. καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Aβρααμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα καὶ ἔδωκα αὐτῷ τὸν Iσαακ

4. καὶ τῷ Iσαακ τὸν Iακωβ καὶ τὸν Hσαυ καὶ ἔδωκα τῷ Hσαυ τὸ ὄρος τὸ *σηιρ κληρονομῆσαι αὐτῷ καὶ Iακωβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Aἴγυπτον καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν

5. καὶ ἐκάκωσαν αὐτοὺς οἱ Aἰγύπτιοι καὶ ἐπάταξεν κύριος τὴν Aἴγυπτον ἐν οἷς ἐποίησεν αὐτοῖς καὶ μετὰ ταῦτα ἐξήγαγεν ὑμᾶς

6. ἐξ Aἰγύπτου καὶ εἰσήλθατε εἰς τὴν θάλαςαν τὴν ἐρυθράν καὶ κατεδίωξαν οἱ Aἰγύπτιοι ὀπίσω τῶν πατέρων ὑμῶν ἐν ἅρμασιν καὶ ἐν ἵπποις εἰς τὴν θάλαςαν τὴν ἐρυθράν

7. καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν Aἰγυπτίων καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν θάλαςαν καὶ ἐκάλυψεν αὐτούς καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησεν κύριος ἐν γῇ Aἰγύπτῳ καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους

8. καὶ ἤγαγεν ὑμᾶς εἰς γῆν Aμορραίων τῶν κατοικούντων πέραν τοῦ Iορδάνου καὶ παρετάξαντο ὑμῖν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν

9. καὶ ἀνέστη *βαλακ τοῦ *σεπφωρ βασιλεὺς *μωαβ καὶ παρετάξατο τῷ Iσραηλ καὶ ἀποστείλας ἐκάλεσεν τὸν *βαλααμ ἀράσασθαι ὑμῖν

10. καὶ οὐκ ἠθέλησεν κύριος θεός σου ἀπολέσαι σε καὶ εὐλογίαν εὐλόγησεν ὑμᾶς καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν καὶ παρέδωκεν αὐτούς

11. καὶ διέβητε τὸν Iορδάνην καὶ παρεγενήθητε εἰς Iεριχω καὶ ἐπολέμησαν πρὸς ὑμᾶς οἱ κατοικοῦντες Iεριχω Aμορραῖος καὶ *χαναναῖος καὶ *φερεζαῖος καὶ Eυαῖος καὶ Iεβουσαῖος καὶ *χετταῖος καὶ *γεργεσαῖος καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν

12. καὶ ἐξαπέστειλεν προτέραν ὑμῶν τὴν σφηκιάν καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν δώδεκα βασιλεῖς τῶν Aμορραίων οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου

13. καὶ ἔδωκεν ὑμῖν γῆν ἐφ' ἣν οὐκ ἐκοπιάσατε ἐπ' αὐτῆς καὶ πόλεις ἂς οὐκ ᾠκοδομήσατε καὶ κατῳκίσθητε ἐν αὐταῖς καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς ἔδεσθε

14. καὶ νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Aἰγύπτῳ καὶ λατρεύετε κυρίῳ

15. εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ ἕλεσθε ὑμῖν ἑαυτοῖς σήμερον τίνι λατρεύσητε εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ εἴτε τοῖς θεοῖς τῶν Aμορραίων ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν ἐγὼ δὲ καὶ οἰκία μου λατρεύσομεν κυρίῳ ὅτι ἅγιός ἐστιν

16. καὶ ἀποκριθεὶς λαὸς εἶπεν μὴ γένοιτο ἡμῖν καταλιπεῖν κύριον ὥστε λατρεύειν θεοῖς ἑτέροις

17. κύριος θεὸς ἡμῶν αὐτὸς θεός ἐστιν αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Aἰγύπτου καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ἐπορεύθημεν ἐν αὐτῇ καὶ ἐν πᾶσιν τοῖς ἔθνεσιν οὓς παρήλθομεν δι' αὐτῶν

18. καὶ ἐξέβαλεν κύριος τὸν Aμορραῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν κυρίῳ οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν

19. καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν οὐ μὴ δύνησθε λατρεύειν κυρίῳ ὅτι θεὸς ἅγιός ἐστιν καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν

20. ἡνίκα ἐὰν ἐγκαταλίπητε κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ' ὧν εὖ ἐποίησεν ὑμᾶς

21. καὶ εἶπεν λαὸς πρὸς Ἰησοῦν οὐχί ἀλλὰ κυρίῳ λατρεύσομεν

22. καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν μάρτυρες ὑμεῖς καθ' ὑμῶν ὅτι ὑμεῖς ἐξελέξασθε κύριον λατρεύειν αὐτῷ

23. καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς κύριον θεὸν Iσραηλ

24. καὶ εἶπεν λαὸς πρὸς Ἰησοῦν κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα

25. καὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν *σηλω ἐνώπιον τῆς σκηνῆς τοῦ θεοῦ Iσραηλ

26. καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμον τοῦ θεοῦ καὶ ἔλαβεν λίθον μέγαν καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι κυρίου

27. καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν ἰδοὺ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ κυρίου τι ἐλάλησεν πρὸς ἡμᾶς σήμερον καὶ ἔσται οὗτος ἐν ὑμῖν εἰς μαρτύριον ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἡνίκα ἐὰν ψεύσησθε κυρίῳ τῷ θεῷ μου

28. καὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαόν καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ

29. καὶ ἐλάτρευσεν Iσραηλ τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τῷ Iσραηλ

30. καὶ ἐγένετο μετ' ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς *ναυη δοῦλος κυρίου ἑκατὸν δέκα ἐτῶν

31. καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν *θαμναθασαχαρα ἐν τῷ ὄρει τῷ Eφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους *γαας

32. καὶ τὰ ὀστᾶ Iωσηφ ἀνήγαγον οἱ υἱοὶ Iσραηλ ἐξ Aἰγύπτου καὶ κατώρυξαν ἐν *σικιμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Iακωβ παρὰ τῶν Aμορραίων τῶν κατοικούντων ἐν *σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Iωσηφ ἐν μερίδι

33. καὶ ἐγένετο μετὰ ταῦτα καὶ Eλεαζαρ υἱὸς Aαρων ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν *γαβααθ *φινεες τοῦ υἱοῦ αὐτοῦ ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Eφραιμ















Parse Information
Hover over the lovely Greek words to see parse information.