LXX Joshua 22
Widgets to be programmed here




1. τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ρουβην καὶ τοὺς υἱοὺς *γαδ καὶ τὸ ἥμισυ φυλῆς *μαναςη

2. καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν *μωυσῆς παῖς κυρίου καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν

3. οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου τοῦ θεοῦ ὑμῶν

4. νῦν δὲ κατέπαυσεν κύριος θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν ὃν τρόπον εἶπεν αὐτοῖς νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν ἣν ἔδωκεν ὑμῖν *μωυσῆς ἐν τῷ πέραν τοῦ Iορδάνου

5. ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμῖν ποιεῖν *μωυσῆς παῖς κυρίου ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν

6. καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν

7. καὶ τῷ ἡμίσει φυλῆς *μαναςη ἔδωκεν *μωυσῆς ἐν τῇ *βασανίτιδι καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Iορδάνου παρὰ θάλαςαν καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς

8. καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν

9. καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ *γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν *μαναςη ἀπὸ τῶν υἱῶν Iσραηλ ἐκ *σηλω ἐν γῇ *χανααν ἀπελθεῖν εἰς γὴν *γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ *μωυσῆ

10. καὶ ἦλθον εἰς *γαλγαλα τοῦ Iορδάνου ἐστιν ἐν γῇ *χανααν καὶ ᾠκοδόμησαν οἱ υἱοὶ *γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς *μαναςη ἐκεῖ βωμὸν ἐπὶ τοῦ Iορδάνου βωμὸν μέγαν τοῦ ἰδεῖν

11. καὶ ἤκουσαν οἱ υἱοὶ Iσραηλ λεγόντων ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ *γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς *μαναςη βωμὸν ἐφ' ὁρίων γῆς *χανααν ἐπὶ τοῦ *γαλααδ τοῦ Iορδάνου ἐν τῷ πέραν υἱῶν Iσραηλ

12. καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Iσραηλ εἰς *σηλω ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς

13. καὶ ἀπέστειλαν οἱ υἱοὶ Iσραηλ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς υἱοὺς *γαδ καὶ πρὸς τὸ ἥμισυ φυλῆς *μαναςη εἰς γῆν *γαλααδ τόν τε *φινεες υἱὸν Eλεαζαρ υἱοῦ Aαρων τοῦ ἀρχιερέως

14. καὶ δέκα τῶν ἀρχόντων μετ' αὐτοῦ ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Iσραηλ ἄρχοντες οἴκων πατριῶν εἰσιν χιλίαρχοι Iσραηλ

15. καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς *γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς *μαναςη εἰς γῆν *γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες

16. τάδε λέγει πᾶσα συναγωγὴ κυρίου τίς πλημμέλεια αὕτη ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Iσραηλ ἀποστραφῆναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ κυρίου

17. μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα *φογωρ ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ' αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου

18. καὶ ὑμεῖς ἀποστραφήσεσθε σήμερον ἀπὸ κυρίου καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ κυρίου καὶ αὔριον ἐπὶ πάντα Iσραηλ ἔσται ὀργή

19. καὶ νῦν εἰ μικρὰ ὑμῖν γῆ τῆς κατασχέσεως ὑμῶν διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου οὗ κατασκηνοῖ ἐκεῖ σκηνὴ κυρίου καὶ κατακληρονομήσατε ἐν ἡμῖν καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν

20. οὐκ ἰδοὺ Aχαρ τοῦ *ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Iσραηλ ἐγενήθη ὀργή καὶ οὗτος εἷς μόνος ἦν μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ

21. καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ *γαδ καὶ τὸ ἥμισυ φυλῆς *μαναςη καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Iσραηλ λέγοντες

22. θεὸς θεός ἐστιν κύριος καὶ θεὸς θεὸς κύριος αὐτὸς οἶδεν καὶ Iσραηλ αὐτὸς γνώσεται εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ

23. καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν ὥστε ἀναβιβάσαι ἐπ' αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ὥστε ποιῆσαι ἐπ' αὐτοῦ θυσίαν σωτηρίου κύριος ἐκζητήσει

24. ἀλλ' ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν τί ὑμῖν κυρίῳ τῷ θεῷ Iσραηλ

25. καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Iορδάνην καὶ οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν ἵνα μὴ σέβωνται κύριον

26. καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν

27. ἀλλ' ἵνα τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ' ἡμᾶς τοῦ λατρεύειν λατρείαν κυρίῳ ἐναντίον αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου

28. καὶ εἴπαμεν ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον καὶ ἐροῦσιν ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου κυρίου ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν

29. μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις ἀποστῆναι ἀπὸ κυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμιν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου πλὴν τοῦ θυσιαστηρίου κυρίου ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ

30. καὶ ἀκούσας *φινεες ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Iσραηλ οἳ ἦσαν μετ' αὐτοῦ τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ *γαδ καὶ τὸ ἥμισυ φυλῆς *μαναςη καὶ ἤρεσεν αὐτοῖς

31. καὶ εἶπεν *φινεες ἱερεὺς τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς *γαδ καὶ τῷ ἡμίσει φυλῆς *μαναςη σήμερον ἐγνώκαμεν ὅτι μεθ' ἡμῶν κύριος διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Iσραηλ ἐκ χειρὸς κυρίου

32. καὶ ἀπέστρεψεν *φινεες ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ρουβην καὶ ἀπὸ τῶν υἱῶν *γαδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς *μαναςη ἐκ γῆς *γαλααδ εἰς γῆν *χανααν πρὸς τοὺς υἱοὺς Iσραηλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους

33. καὶ ἤρεσεν τοῖς υἱοῖς Iσραηλ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Iσραηλ καὶ εὐλόγησαν τὸν θεὸν υἱῶν Iσραηλ καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ρουβην καὶ τῶν υἱῶν *γαδ καὶ τοῦ ἡμίσους φυλῆς *μαναςη καὶ κατῴκησαν ἐπ' αὐτῆς

34. καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ρουβην καὶ τῶν *γαδ καὶ τοῦ ἡμίσους φυλῆς *μαναςη καὶ εἶπεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν ὅτι κύριος θεὸς αὐτῶν ἐστιν















Parse Information
Hover over the lovely Greek words to see parse information.