LXX Jonah 4
Widgets to be programmed here




1. καὶ ἐλυπήθη Iωνας λύπην μεγάλην καὶ συνεχύθη

2. καὶ προσεύξατο πρὸς κύριον καὶ εἶπεν κύριε οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς *θαρσις διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις

3. καὶ νῦν δέσποτα κύριε λαβὲ τὴν ψυχήν μου ἀπ' ἐμοῦ ὅτι καλὸν τὸ ἀποθανεῖν με ζῆν με

4. καὶ εἶπεν κύριος πρὸς Iωναν εἰ σφόδρα λελύπησαι σύ

5. καὶ ἐξῆλθεν Iωνας ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει

6. καὶ προσέταξεν κύριος θεὸς κολοκύνθῃ καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Iωνα τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ καὶ ἐχάρη Iωνας ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην

7. καὶ προσέταξεν θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον καὶ ἐπάταξεν τὴν κολόκυνθαν καὶ ἀπεξηράνθη

8. καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν θεὸς πνεύματι καύσωνος συγκαίοντι καὶ ἐπάταξεν ἥλιος ἐπὶ τὴν κεφαλὴν Iωνα καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν καλόν μοι ἀποθανεῖν με ζῆν

9. καὶ εἶπεν θεὸς πρὸς Iωναν εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ καὶ εἶπεν σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου

10. καὶ εἶπεν κύριος σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ' αὐτὴν καὶ οὐκ ἐξέθρεψας αὐτήν ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο

11. ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ *νινευη τῆς πόλεως τῆς μεγάλης ἐν κατοικοῦσιν πλείους δώδεκα μυριάδες ἀνθρώπων οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἀριστερὰν αὐτῶν καὶ κτήνη πολλά















Parse Information
Hover over the lovely Greek words to see parse information.