LXX Jonah 2
Widgets to be programmed here




1. καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Iωναν καὶ ἦν Iωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας

2. καὶ προσηύξατο Iωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους

3. καὶ εἶπεν ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου

4. ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάςης καὶ ποταμοί με ἐκύκλωσαν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον

5. καὶ ἐγὼ εἶπα ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου

6. περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς ἄβυςος ἐκύκλωσέν με ἐσχάτη ἔδυ κεφαλή μου εἰς σχισμὰς ὀρέων

7. κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι καὶ ἀναβήτω φθορὰ ζωῆς μου κύριε θεός μου

8. ἐν τῷ ἐκλείπειν ἀπ' ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην καὶ ἔλθοι πρὸς σὲ προσευχή μου εἰς ναὸν ἅγιόν σου

9. φυλαςόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον

10. ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ

11. καὶ προσετάγη τῷ κήτει καὶ ἐξέβαλεν τὸν Iωναν ἐπὶ τὴν ξηράν















Parse Information
Hover over the lovely Greek words to see parse information.