LXX Job 42
Widgets to be programmed here




1. ὑπολαβὼν δὲ Iωβ λέγει τῷ κυρίῳ

2. οἶδα ὅτι πάντα δύνασαι ἀδυνατεῖ δέ σοι οὐθέν

3. τίς γάρ ἐστιν κρύπτων σε βουλήν φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν τίς δὲ ἀναγγελεῖ μοι οὐκ ᾔδειν μεγάλα καὶ θαυμαστὰ οὐκ ἠπιστάμην

4. ἄκουσον δέ μου κύριε ἵνα κἀγὼ λαλήσω ἐρωτήσω δέ σε σὺ δέ με δίδαξον

5. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον νυνὶ δὲ ὀφθαλμός μου ἑόρακέν σε

6. διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν

7. ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Iωβ εἶπεν κύριος Eλιφας τῷ *θαιμανίτῃ ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ θεράπων μου Iωβ

8. νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Iωβ καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν Iωβ δὲ θεράπων μου εὔξεται περὶ ὑμῶν ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι εἰ μὴ γὰρ δι' αὐτόν ἀπώλεσα ἂν ὑμᾶς οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Iωβ

9. ἐπορεύθη δὲ Eλιφας *θαιμανίτης καὶ *βαλδαδ *σαυχίτης καὶ *σωφαρ *μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς κύριος καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Iωβ

10. δὲ κύριος ηὔξησεν τὸν Iωβ εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν ἔδωκεν δὲ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Iωβ εἰς διπλασιασμόν

11. ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτόν καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν αὐτῷ κύριος ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον

12. δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Iωβ τὰ ἔμπροσθεν ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια κάμηλοι ἑξακισχίλιαι ζεύγη βοῶν χίλια ὄνοι θήλειαι νομάδες χίλιαι

13. γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς

14. καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν τὴν δὲ δευτέραν *κασίαν τὴν δὲ τρίτην Ἀμαλθείας κέρας

15. καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Iωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ' οὐρανόν ἔδωκεν δὲ αὐταῖς πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς

16. ἔζησεν δὲ Iωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεςαράκοντα ὀκτώ καὶ εἶδεν Iωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν

17. καὶ ἐτελεύτησεν Iωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν















Parse Information
Hover over the lovely Greek words to see parse information.