LXX Job 26
Widgets to be programmed here




1. ὑπολαβὼν δὲ Iωβ λέγει

2. τίνι πρόσκεισαι τίνι μέλλεις βοηθεῖν πότερον οὐχ πολλὴ ἰσχὺς καὶ βραχίων κραταιός ἐστιν

3. τίνι συμβεβούλευσαι οὐχ πᾶσα σοφία τίνι ἐπακολουθήσεις οὐχ μεγίστη δύναμις

4. τίνι ἀνήγγειλας ῥήματα πνοὴ δὲ τίνος ἐστὶν ἐξελθοῦσα ἐκ σοῦ

5. μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ

6. γυμνὸς ᾅδης ἐπώπιον αὐτοῦ καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ

7. ἐκτείνων βορέαν ἐπ' οὐδέν κρεμάζων γῆν ἐπὶ οὐδενός

8. δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ

9. κρατῶν πρόσωπον θρόνου ἐκπετάζων ἐπ' αὐτὸν νέφος αὐτοῦ

10. πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους

11. στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ

12. ἰσχύι κατέπαυσεν τὴν θάλαςαν ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος

13. κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην

14. ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει















Parse Information
Hover over the lovely Greek words to see parse information.