LXX Job 25
Widgets to be programmed here




1. ὑπολαβὼν δὲ *βαλδαδ *σαυχίτης λέγει

2. τί γὰρ προοίμιον φόβος παρ' αὐτοῦ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ

3. μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ

4. πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός

5. εἰ σελήνῃ συντάςει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ

6. ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ















Parse Information
Hover over the lovely Greek words to see parse information.