LXX Jeremiah 50
Widgets to be programmed here




1. καὶ ἐγενήθη ὡς ἐπαύσατο Iερεμιας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν αὐτὸν κύριος πρὸς αὐτούς πάντας τοὺς λόγους τούτους

2. καὶ εἶπεν Aζαριας υἱὸς *μαασαιου καὶ Iωαναν υἱὸς *καρηε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ Iερεμια λέγοντες ψεύδη οὐκ ἀπέστειλέν σε κύριος πρὸς ἡμᾶς λέγων μὴ εἰσέλθητε εἰς Aἴγυπτον οἰκεῖν ἐκεῖ

3. ἀλλ' *βαρουχ υἱὸς *νηριου συμβάλλει σε πρὸς ἡμᾶς ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν *χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς *βαβυλῶνα

4. καὶ οὐκ ἤκουσεν Iωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς λαὸς τῆς φωνῆς κυρίου κατοικῆσαι ἐν γῇ Iουδα

5. καὶ ἔλαβεν Iωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Iουδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ

6. τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς ἂς κατέλιπεν *ναβουζαρδαν μετὰ *γοδολιου υἱοῦ Aχικαμ καὶ Iερεμιαν τὸν προφήτην καὶ *βαρουχ υἱὸν *νηριου

7. καὶ εἰσῆλθον εἰς Aἴγυπτον ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου καὶ εἰσῆλθον εἰς *ταφνας

8. καὶ ἐγένετο λόγος κυρίου πρὸς Iερεμιαν ἐν *ταφνας λέγων

9. λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις ἐν πύλῃ τῆς οἰκίας *φαραω ἐν *ταφνας κατ' ὀφθαλμοὺς ἀνδρῶν Iουδα

10. καὶ ἐρεῖς οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω *ναβουχοδονοσορ βασιλέα *βαβυλῶνος καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ' αὐτοὺς

11. καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Aἰγύπτου οὓς εἰς θάνατον εἰς θάνατον καὶ οὓς εἰς ἀποικισμόν εἰς ἀποικισμόν καὶ οὕς εἰς ῥομφαίαν εἰς ῥομφαίαν

12. καὶ καύσει πῦρ ἐν οἰκίαις θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Aἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ καὶ ἐξελεύσεται ἐν εἰρήνῃ

13. καὶ συντρίψει τοὺς στύλους ἡλίου πόλεως τοὺς ἐν Ων καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί















Parse Information
Hover over the lovely Greek words to see parse information.