LXX Jeremiah 48
Widgets to be programmed here




1. καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Iσμαηλ υἱὸς *ναθανιου υἱοῦ Eλασα ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ' αὐτοῦ πρὸς *γοδολιαν εἰς *μαςηφα καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα

2. καὶ ἀνέστη Iσμαηλ καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετ' αὐτοῦ καὶ ἐπάταξαν τὸν *γοδολιαν ὃν κατέστησεν βασιλεὺς *βαβυλῶνος ἐπὶ τῆς γῆς

3. καὶ πάντας τοὺς Iουδαίους τοὺς ὄντας μετ' αὐτοῦ ἐν *μαςηφα καὶ πάντας τοὺς *χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ

4. καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν *γοδολιαν καὶ ἄνθρωπος οὐκ ἔγνω

5. καὶ ἤλθοσαν ἄνδρες ἀπὸ *συχεμ καὶ ἀπὸ *σαλημ καὶ ἀπὸ *σαμαρείας ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι καὶ μαναα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον κυρίου

6. καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς Iσμαηλ αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον καὶ εἶπεν αὐτοῖς εἰσέλθετε πρὸς *γοδολιαν

7. καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ

8. καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ Iσμαηλ μὴ ἀνέλῃς ἡμᾶς ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ πυροὶ καὶ κριθαί μέλι καὶ ἔλαιον καὶ παρῆλθεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν

9. καὶ τὸ φρέαρ εἰς ἔρριψεν ἐκεῖ Iσμαηλ πάντας οὓς ἐπάταξεν φρέαρ μέγα τοῦτό ἐστιν ἐποίησεν βασιλεὺς Aσα ἀπὸ προσώπου *βαασα βασιλέως Iσραηλ τοῦτο ἐνέπλησεν Iσμαηλ τραυματιῶν

10. καὶ ἀπέστρεψεν Iσμαηλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς *μαςηφα καὶ τὰς θυγατέρας τοῦ βασιλέως ἂς παρεκατέθετο ἀρχιμάγειρος τῷ *γοδολια υἱῷ Aχικαμ καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Aμμων

11. καὶ ἤκουσεν Iωαναν υἱὸς *καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ' αὐτοῦ πάντα τὰ κακά ἐποίησεν Iσμαηλ

12. καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν *γαβαων

13. καὶ ἐγένετο ὅτε εἶδον πᾶς λαὸς μετὰ Iσμαηλ τὸν Iωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ' αὐτοῦ

14. καὶ ἀνέστρεψαν πρὸς Iωαναν

15. καὶ Iσμαηλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Aμμων

16. καὶ ἔλαβεν Iωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ' αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ οὕς ἀπέστρεψεν ἀπὸ Iσμαηλ δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς ἀπέστρεψεν ἀπὸ *γαβαων

17. καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν *γαβηρωθ-χαμααμ τὴν πρὸς *βηθλεεμ τοῦ πορευθῆναι εἰσελθεῖν εἰς Aἴγυπτον

18. ἀπὸ προσώπου τῶν *χαλδαίων ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν ὅτι ἐπάταξεν Iσμαηλ τὸν *γοδολιαν ὃν κατέστησεν βασιλεὺς *βαβυλῶνος ἐν τῇ γῇ















Parse Information
Hover over the lovely Greek words to see parse information.