LXX Jeremiah 47
Widgets to be programmed here




1. λόγος γενόμενος παρὰ κυρίου πρὸς Iερεμιαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν *ναβουζαρδαν τὸν ἀρχιμάγειρον τὸν ἐκ *δαμαν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Iουδα τῶν ἠγμένων εἰς *βαβυλῶνα

2. καὶ ἔλαβεν αὐτὸν ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ κύριος θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον

3. καὶ ἐποίησεν κύριος ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς

4. ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ' ἐμοῦ εἰς *βαβυλῶνα ἧκε καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ

5. εἰ δὲ μή ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς *γοδολιαν υἱὸν Aχικαμ υἱοῦ *σαφαν ὃν κατέστησεν βασιλεὺς *βαβυλῶνος ἐν γῇ Iουδα καὶ οἴκησον μετ' αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Iουδα εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι πορεύου καὶ ἔδωκεν αὐτῷ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν

6. καὶ ἦλθεν πρὸς *γοδολιαν εἰς *μαςηφα καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ

7. καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν ὅτι κατέστησεν βασιλεὺς *βαβυλῶνος τὸν *γοδολιαν ἐν τῇ γῇ καὶ παρεκατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς *βαβυλῶνα

8. καὶ ἦλθεν πρὸς *γοδολιαν εἰς *μαςηφα Iσμαηλ υἱὸς *ναθανιου καὶ Iωαναν υἱὸς *καρηε καὶ *σαραιας υἱὸς *θαναεμεθ καὶ υἱοὶ Ωφε τοῦ *νετωφατι καὶ Iεζονιας υἱὸς τοῦ *μοχατι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν

9. καὶ ὤμοσεν αὐτοῖς *γοδολιας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν *χαλδαίων κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ *βαβυλῶνος καὶ βέλτιον ἔσται ὑμῖν

10. καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς *μαςηφα στῆναι κατὰ πρόσωπον τῶν *χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ' ὑμᾶς καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε

11. καὶ πάντες οἱ Iουδαῖοι οἱ ἐν γῇ *μωαβ καὶ ἐν υἱοῖς Aμμων καὶ οἱ ἐν τῇ Iδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς *βαβυλῶνος κατάλειμμα τῷ Iουδα καὶ ὅτι κατέστησεν ἐπ' αὐτοὺς τὸν *γοδολιαν υἱὸν Aχικαμ

12. καὶ ἦλθον πρὸς *γοδολιαν εἰς γῆν Iουδα εἰς *μαςηφα καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον

13. καὶ Iωαναν υἱὸς *καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς *γοδολιαν εἰς *μαςηφα

14. καὶ εἶπαν αὐτῷ εἰ γνώσει γινώσκεις ὅτι *βελισα βασιλεὺς υἱῶν Aμμων ἀπέστειλεν πρὸς σὲ τὸν Iσμαηλ πατάξαι σου ψυχήν καὶ οὐκ ἐπίστευσεν αὐτοῖς *γοδολιας

15. καὶ Iωαναν εἶπεν τῷ *γοδολια κρυφαίως ἐν *μαςηφα πορεύσομαι δὴ καὶ πατάξω τὸν Iσμαηλ καὶ μηθεὶς γνώτω μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Iουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Iουδα

16. καὶ εἶπεν *γοδολιας πρὸς Iωαναν μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο ὅτι ψευδῆ σὺ λέγεις περὶ Iσμαηλ















Parse Information
Hover over the lovely Greek words to see parse information.