LXX Jeremiah 46
Widgets to be programmed here




1. καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ *σεδεκια βασιλέως Iουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο *ναβουχοδονοσορ βασιλεὺς *βαβυλῶνος καὶ πᾶσα δύναμις αὐτοῦ ἐπὶ Iερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν

2. καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ *σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη πόλις

3. καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως *βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ *ναργαλασαρ καὶ *σαμαγωθ καὶ *ναβουσαχαρ καὶ *ναβουσαρις καὶ *ναγαργασνασερ Ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως *βαβυλῶνος

14. καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Iερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν *γοδολιαν υἱὸν Aχικαμ υἱοῦ *σαφαν καὶ ἐξήγαγον αὐτόν καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ

15. καὶ πρὸς Iερεμιαν ἐγένετο λόγος κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων

16. πορεύου καὶ εἰπὸν πρὸς Aβδεμελεχ τὸν Aἰθίοπα οὕτως εἶπεν κύριος θεὸς Iσραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά

17. καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν

18. ὅτι σῴζων σώσω σε καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς καὶ ἔσται ψυχή σου εἰς εὕρεμα ὅτι ἐπεποίθεις ἐπ' ἐμοί φησὶν κύριος















Parse Information
Hover over the lovely Greek words to see parse information.