LXX Jeremiah 45
Widgets to be programmed here




1. καὶ ἤκουσεν *σαφατιας υἱὸς *μαθαν καὶ *γοδολιας υἱὸς *πασχωρ καὶ Iωαχαλ υἱὸς *σελεμιου τοὺς λόγους οὓς ἐλάλει Iερεμιας ἐπὶ τὸν λαὸν λέγων

2. οὕτως εἶπεν κύριος κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐκπορευόμενος πρὸς τοὺς *χαλδαίους ζήσεται καὶ ἔσται ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται

3. ὅτι οὕτως εἶπεν κύριος παραδιδομένη παραδοθήσεται πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως *βαβυλῶνος καὶ συλλήμψεται αὐτήν

4. καὶ εἶπαν τῷ βασιλεῖ ἀναιρεθήτω δὴ ἄνθρωπος ἐκεῖνος ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους ὅτι ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ' πονηρά

5. καὶ εἶπεν βασιλεύς ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν ὅτι οὐκ ἠδύνατο βασιλεὺς πρὸς αὐτούς

6. καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον *μελχιου υἱοῦ τοῦ βασιλέως ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ' βόρβορος καὶ ἦν ἐν τῷ βορβόρῳ

7. καὶ ἤκουσεν Aβδεμελεχ Aἰθίοψ καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως ὅτι ἔδωκαν Iερεμιαν εἰς τὸν λάκκον καὶ βασιλεὺς ἦν ἐν τῇ πύλῃ *βενιαμιν

8. καὶ ἐξῆλθεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν

9. ἐπονηρεύσω ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει

10. καὶ ἐνετείλατο βασιλεὺς τῷ Aβδεμελεχ λέγων λαβὲ εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου ἵνα μὴ ἀποθάνῃ

11. καὶ ἔλαβεν Aβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Iερεμιαν εἰς τὸν λάκκον

12. καὶ εἶπεν ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων καὶ ἐποίησεν Iερεμιας οὕτως

13. καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου καὶ ἐκάθισεν Iερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς

14. καὶ ἀπέστειλεν βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου καὶ εἶπεν αὐτῷ βασιλεύς ἐρωτήσω σε λόγον καὶ μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ῥῆμα

15. καὶ εἶπεν Iερεμιας τῷ βασιλεῖ ἐὰν ἀναγγείλω σοι οὐχὶ θανάτῳ με θανατώσεις καὶ ἐὰν συμβουλεύσω σοι οὐ μὴ ἀκούσῃς μου

16. καὶ ὤμοσεν αὐτῷ βασιλεὺς λέγων ζῇ κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων

17. καὶ εἶπεν αὐτῷ Iερεμιας οὕτως εἶπεν κύριος ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως *βαβυλῶνος καὶ ζήσεται ψυχή σου καὶ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί καὶ ζήσῃ σὺ καὶ οἰκία σου

18. καὶ ἐὰν μὴ ἐξέλθῃς δοθήσεται πόλις αὕτη εἰς χεῖρας τῶν *χαλδαίων καὶ καύσουσιν αὐτὴν ἐν πυρί καὶ σὺ οὐ μὴ σωθῇς

19. καὶ εἶπεν βασιλεὺς τῷ Iερεμια ἐγὼ λόγον ἔχω τῶν Iουδαίων τῶν πεφευγότων πρὸς τοὺς *χαλδαίους μὴ δώσειν με εἰς χεῖρας αὐτῶν καὶ καταμωκήσονταί μου

20. καὶ εἶπεν Iερεμιας οὐ μὴ παραδῶσίν σε ἄκουσον τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ψυχή σου

21. καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν οὗτος λόγος ὃν ἔδειξέν μοι κύριος

22. καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Iουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως *βαβυλῶνος καὶ αὗται ἔλεγον ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου ἀπέστρεψαν ἀπὸ σοῦ

23. καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς *χαλδαίους καὶ σὺ οὐ μὴ σωθῇς ὅτι ἐν χειρὶ βασιλέως *βαβυλῶνος συλλημφθήσῃ καὶ πόλις αὕτη κατακαυθήσεται

24. καὶ εἶπεν αὐτῷ βασιλεύς ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων καὶ σὺ οὐ μὴ ἀποθάνῃς

25. καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι βασιλεύς μὴ κρύψῃς ἀφ' ἡμῶν καὶ οὐ μὴ ἀνέλωμέν σε καὶ τί ἐλάλησεν πρὸς σὲ βασιλεύς

26. καὶ ἐρεῖς αὐτοῖς ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ' ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Iωναθαν ἀποθανεῖν ἐκεῖ

27. καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Iερεμιαν καὶ ἠρώτησαν αὐτόν καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ βασιλεύς καὶ ἀπεσιώπησαν ὅτι οὐκ ἠκούσθη λόγος κυρίου

28. καὶ ἐκάθισεν Iερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήμφθη Iερουσαλημ















Parse Information
Hover over the lovely Greek words to see parse information.