LXX Jeremiah 44
Widgets to be programmed here




1. καὶ ἐβασίλευσεν *σεδεκιας υἱὸς Iωσια ἀντὶ Iωακιμ ὃν ἐβασίλευσεν *ναβουχοδονοσορ βασιλεύειν τοῦ Iουδα

2. καὶ οὐκ ἤκουσεν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ λαὸς τῆς γῆς τοὺς λόγους κυρίου οὓς ἐλάλησεν ἐν χειρὶ Iερεμιου

3. καὶ ἀπέστειλεν βασιλεὺς *σεδεκιας τὸν Iωαχαλ υἱὸν *σελεμιου καὶ τὸν *σοφονιαν υἱὸν *μαασαιου τὸν ἱερέα πρὸς Iερεμιαν λέγων πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς κύριον

4. καὶ Iερεμιας ἦλθεν καὶ διῆλθεν διὰ μέσου τῆς πόλεως καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἶκον τῆς φυλακῆς

5. καὶ δύναμις *φαραω ἐξῆλθεν ἐξ Aἰγύπτου καὶ ἤκουσαν οἱ *χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν καὶ ἀνέβησαν ἀπὸ Iερουσαλημ

6. καὶ ἐγένετο λόγος κυρίου πρὸς Iερεμιαν λέγων

7. οὕτως εἶπεν κύριος οὕτως ἐρεῖς πρὸς βασιλέα Iουδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με ἰδοὺ δύναμις *φαραω ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Aἰγύπτου

8. καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ *χαλδαῖοι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί

9. ὅτι οὕτως εἶπεν κύριος μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες ἀποτρέχοντες ἀπελεύσονται ἀφ' ἡμῶν οἱ *χαλδαῖοι ὅτι οὐ μὴ ἀπέλθωσιν

10. καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν *χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς καὶ καταλειφθῶσίν τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ οὗτοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί

11. καὶ ἐγένετο ὅτε ἀνέβη δύναμις τῶν *χαλδαίων ἀπὸ Iερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως *φαραω

12. ἐξῆλθεν Iερεμιας ἀπὸ Iερουσαλημ τοῦ πορευθῆναι εἰς γῆν *βενιαμιν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ

13. καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ *βενιαμιν καὶ ἐκεῖ ἄνθρωπος παρ' κατέλυεν *σαρουιας υἱὸς *σελεμιου υἱοῦ Aνανιου καὶ συνέλαβεν τὸν Iερεμιαν λέγων πρὸς τοὺς *χαλδαίους σὺ φεύγεις

14. καὶ εἶπεν ψεῦδος οὐκ εἰς τοὺς *χαλδαίους ἐγὼ φεύγω καὶ οὐκ ἤκουσεν αὐτοῦ καὶ συνέλαβεν *σαρουιας τὸν Iερεμιαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας

15. καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Iερεμιαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Iωναθαν τοῦ γραμματέως ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς

16. καὶ ἦλθεν Iερεμιας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερεθ καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς

17. καὶ ἀπέστειλεν *σεδεκιας καὶ ἐκάλεσεν αὐτόν καὶ ἠρώτα αὐτὸν βασιλεὺς κρυφαίως εἰπεῖν εἰ ἔστιν λόγος παρὰ κυρίου καὶ εἶπεν ἔστιν εἰς χεῖρας βασιλέως *βαβυλῶνος παραδοθήσῃ

18. καὶ εἶπεν Iερεμιας τῷ βασιλεῖ τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς

19. καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες ὅτι οὐ μὴ ἔλθῃ βασιλεὺς *βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην

20. καὶ νῦν κύριε βασιλεῦ πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Iωναθαν τοῦ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ

21. καὶ συνέταξεν βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέςουσιν ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως καὶ ἐκάθισεν Iερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς















Parse Information
Hover over the lovely Greek words to see parse information.