LXX Jeremiah 43
Widgets to be programmed here




1. καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Iωακιμ υἱοῦ Iωσια βασιλέως Iουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων

2. λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ' αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Iερουσαλημ καὶ ἐπὶ Iουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ' ἧς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ' ἡμερῶν Iωσια βασιλέως Iουδα καὶ ἕως τῆς ἡμέρας ταύτης

3. ἴσως ἀκούσεται οἶκος Iουδα πάντα τὰ κακά ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν

4. καὶ ἐκάλεσεν Iερεμιας τὸν *βαρουχ υἱὸν *νηριου καὶ ἔγραψεν ἀπὸ στόματος Iερεμιου πάντας τοὺς λόγους κυρίου οὓς ἐχρημάτισεν πρὸς αὐτόν εἰς χαρτίον βιβλίου

5. καὶ ἐνετείλατο Iερεμιας τῷ *βαρουχ λέγων ἐγὼ φυλάςομαι οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον κυρίου

6. καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας καὶ ἐν ὠσὶ παντὸς Iουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς

7. ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς ὅτι μέγας θυμὸς καὶ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον

8. καὶ ἐποίησεν *βαρουχ κατὰ πάντα ἐνετείλατο αὐτῷ Iερεμιας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου

9. καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ Iωακιμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πᾶς λαὸς ἐν Iερουσαλημ καὶ οἶκος Iουδα

10. καὶ ἀνεγίνωσκε *βαρουχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Iερεμιου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ *γαμαριου υἱοῦ *σαφαν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ

11. καὶ ἤκουσεν *μιχαιας υἱὸς *γαμαριου υἱοῦ *σαφαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ τοῦ βιβλίου

12. καὶ κατέβη εἰς οἶκον τοῦ βασιλέως εἰς τὸν οἶκον τοῦ γραμματέως καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο Eλισαμα γραμματεὺς καὶ *δαλαιας υἱὸς *σελεμιου καὶ Eλναθαν υἱὸς Aκχοβωρ καὶ *γαμαριας υἱὸς *σαφαν καὶ *σεδεκιας υἱὸς Aνανιου καὶ πάντες οἱ ἄρχοντες

13. καὶ ἀνήγγειλεν αὐτοῖς *μιχαιας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ *βαρουχ εἰς τὰ ὦτα τοῦ λαοῦ

14. καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς *βαρουχ υἱὸν *νηριου τὸν Iουδιν υἱὸν *ναθανιου υἱοῦ *σελεμιου υἱοῦ *χουσι λέγοντες τὸ χαρτίον ἐν σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ λαβὲ αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε καὶ ἔλαβεν *βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς

15. καὶ εἶπαν αὐτῷ πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν καὶ ἀνέγνω *βαρουχ

16. καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους

17. καὶ τὸν *βαρουχ ἠρώτησαν λέγοντες πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους

18. καὶ εἶπεν *βαρουχ ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Iερεμιας πάντας τοὺς λόγους τούτους καὶ ἔγραφον ἐν βιβλίῳ

19. καὶ εἶπαν τῷ *βαρουχ βάδισον κατακρύβηθι σὺ καὶ Iερεμιας ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς

20. καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν καὶ τὸ χαρτίον ἔδωκαν φυλάςειν ἐν οἴκῳ Eλισαμα καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους

21. καὶ ἀπέστειλεν βασιλεὺς τὸν Iουδιν λαβεῖν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Eλισαμα καὶ ἀνέγνω Iουδιν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα

22. καὶ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ

23. καὶ ἐγενήθη ἀναγινώσκοντος Iουδιν τρεῖς σελίδας καὶ τέςαρας ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας ἕως ἐξέλιπεν πᾶς χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας

24. καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους

25. καὶ Eλναθαν καὶ *γοδολιας καὶ *γαμαριας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον

26. καὶ ἐνετείλατο βασιλεὺς τῷ Iερεμεηλ υἱῷ τοῦ βασιλέως καὶ τῷ *σαραια υἱῷ Eσριηλ συλλαβεῖν τὸν *βαρουχ καὶ τὸν Iερεμιαν καὶ κατεκρύβησαν

27. καὶ ἐγένετο λόγος κυρίου πρὸς Iερεμιαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον πάντας τοὺς λόγους οὓς ἔγραψεν *βαρουχ ἀπὸ στόματος Iερεμιου λέγων

28. πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν βασιλεὺς Iωακιμ

29. καὶ ἐρεῖς οὕτως εἶπεν κύριος σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων διὰ τί ἔγραψας ἐπ' αὐτῷ λέγων εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς *βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην καὶ ἐκλείψει ἀπ' αὐτῆς ἄνθρωπος καὶ κτήνη

30. διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ Iωακιμ βασιλέα Iουδα οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου *δαυιδ καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός

31. καὶ ἐπισκέψομαι ἐπ' αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ' αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Iερουσαλημ καὶ ἐπὶ γῆν Iουδα πάντα τὰ κακά ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν

32. καὶ ἔλαβεν *βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ' αὐτῷ ἀπὸ στόματος Iερεμιου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὗ κατέκαυσεν Iωακιμ καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι















Parse Information
Hover over the lovely Greek words to see parse information.