LXX Jeremiah 42
Widgets to be programmed here




1. λόγος γενόμενος πρὸς Iερεμιαν παρὰ κυρίου ἐν ἡμέραις Iωακιμ βασιλέως Iουδα λέγων

2. βάδισον εἰς οἶκον Aρχαβιν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον κυρίου εἰς μίαν τῶν αὐλῶν καὶ ποτιεῖς αὐτοὺς οἶνον

3. καὶ ἐξήγαγον τὸν Iεζονιαν υἱὸν Iερεμιν υἱοῦ *χαβασιν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν Aρχαβιν

4. καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον κυρίου εἰς τὸ παστοφόριον υἱῶν Aνανιου υἱοῦ *γοδολιου ἀνθρώπου τοῦ θεοῦ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου *μαασαιου υἱοῦ *σελωμ τοῦ φυλάςοντος τὴν αὐλήν

5. καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἶπα πίετε οἶνον

6. καὶ εἶπαν οὐ μὴ πίωμεν οἶνον ὅτι Iωναδαβ υἱὸς Ρηχαβ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος

7. καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς ἐφ' ἧς διατρίβετε ὑμεῖς ἐπ' αὐτῆς

8. καὶ ἠκούσαμεν τῆς φωνῆς Iωναδαβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν

9. καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν

10. καὶ ᾠκήσαμεν ἐν σκηναῖς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα ἐνετείλατο ἡμῖν Iωναδαβ πατὴρ ἡμῶν

11. καὶ ἐγενήθη ὅτε ἀνέβη *ναβουχοδονοσορ ἐπὶ τὴν γῆν καὶ εἴπαμεν εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς Iερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν *χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀςυρίων καὶ ᾠκοῦμεν ἐκεῖ

12. καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

13. οὕτως λέγει κύριος πορεύου καὶ εἰπὸν ἀνθρώπῳ Iουδα καὶ τοῖς κατοικοῦσιν Iερουσαλημ οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου

14. ἔστησαν ῥῆμα υἱοὶ Iωναδαβ υἱοῦ Ρηχαβ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον καὶ οὐκ ἐπίοσαν καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου καὶ ἐλάλησα καὶ οὐκ ἠκούσατε

15. καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς καὶ οἰκήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε

16. καὶ ἔστησαν υἱοὶ Iωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν δὲ λαὸς οὗτος οὐκ ἤκουσάν μου

17. διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ φέρω ἐπὶ Iουδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Iερουσαλημ πάντα τὰ κακά ἐλάλησα ἐπ' αὐτούς

18. διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπειδὴ ἤκουσαν υἱοὶ Iωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς πατὴρ αὐτῶν

19. οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν Iωναδαβ υἱοῦ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς















Parse Information
Hover over the lovely Greek words to see parse information.