LXX Jeremiah 35
Widgets to be programmed here




1. καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει *σεδεκια βασιλέως Iουδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Aνανιας υἱὸς Aζωρ ψευδοπροφήτης ἀπὸ *γαβαων ἐν οἴκῳ κυρίου κατ' ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων

2. οὕτως εἶπεν κύριος συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως *βαβυλῶνος

3. ἔτι δύο ἔτη ἡμερῶν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου κυρίου

4. καὶ Iεχονιαν καὶ τὴν ἀποικίαν Iουδα ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως *βαβυλῶνος

5. καὶ εἶπεν Iερεμιας πρὸς Aνανιαν κατ' ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ' ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ κυρίου

6. καὶ εἶπεν Iερεμιας ἀληθῶς οὕτω ποιήσαι κύριος στήσαι τὸν λόγον σου ὃν σὺ προφητεύεις τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ *βαβυλῶνος εἰς τὸν τόπον τοῦτον

7. πλὴν ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ

8. οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον

9. προφήτης προφητεύσας εἰς εἰρήνην ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς κύριος ἐν πίστει

10. καὶ ἔλαβεν Aνανιας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Iερεμιου καὶ συνέτριψεν αὐτούς

11. καὶ εἶπεν Aνανιας κατ' ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων οὕτως εἶπεν κύριος οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως *βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν καὶ ᾤχετο Iερεμιας εἰς τὴν ὁδὸν αὐτοῦ

12. καὶ ἐγένετο λόγος κυρίου πρὸς Iερεμιαν μετὰ τὸ συντρῖψαι Aνανιαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων

13. βάδιζε καὶ εἰπὸν πρὸς Aνανιαν λέγων οὕτως εἶπεν κύριος κλοιοὺς ξυλίνους συνέτριψας καὶ ποιήσω ἀντ' αὐτῶν κλοιοὺς σιδηροῦς

14. ὅτι οὕτως εἶπεν κύριος ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ *βαβυλῶνος

15. καὶ εἶπεν Iερεμιας τῷ Aνανια οὐκ ἀπέσταλκέν σε κύριος καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ' ἀδίκῳ

16. διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ

17. καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ















Parse Information
Hover over the lovely Greek words to see parse information.