LXX Isaiah 37
Widgets to be programmed here




1. καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Eζεκιαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἶκον κυρίου

2. καὶ ἀπέστειλεν Eλιακιμ τὸν οἰκονόμον καὶ *σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Hσαιαν υἱὸν Aμως τὸν προφήτην

3. καὶ εἶπαν αὐτῷ τάδε λέγει Eζεκιας ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς σήμερον ἡμέρα ὅτι ἥκει ὠδὶν τῇ τικτούσῃ ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν

4. εἰσακούσαι κύριος θεός σου τοὺς λόγους Ραψακου οὓς ἀπέστειλεν βασιλεὺς Ἀςυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν κύριος θεός σου καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλελειμμένων τούτων

5. καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως πρὸς Hσαιαν

6. καὶ εἶπεν αὐτοῖς Hσαιας οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν τάδε λέγει κύριος μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀςυρίων

7. ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ

8. καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα *λομναν καὶ ἤκουσεν βασιλεὺς Ἀςυρίων ὅτι

9. ἐξῆλθεν *θαρακα βασιλεὺς Aἰθιόπων πολιορκῆσαι αὐτόν καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Eζεκιαν λέγων

10. οὕτως ἐρεῖτε Eζεκια βασιλεῖ τῆς Iουδαίας μή σε ἀπατάτω θεός σου ἐφ' πεποιθὼς εἶ ἐπ' αὐτῷ λέγων οὐ μὴ παραδοθῇ Iερουσαλημ εἰς χεῖρας βασιλέως Ἀςυρίων

11. οὐκ ἤκουσας ἐποίησαν βασιλεῖς Ἀςυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν

12. μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς οἱ πατέρες μου ἀπώλεσαν τήν τε *γωζαν καὶ *χαρραν καὶ Ραφες αἵ εἰσιν ἐν χώρᾳ *θεμαδ

13. ποῦ εἰσιν οἱ βασιλεῖς Aιμαθ καὶ Aρφαθ καὶ πόλεως *σεπφαριμ Aναγ Oυγαυα

14. καὶ ἔλαβεν Eζεκιας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου

15. καὶ προσεύξατο Eζεκιας πρὸς κύριον λέγων

16. κύριε σαβαωθ θεὸς Iσραηλ καθήμενος ἐπὶ τῶν χερουβιν σὺ θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν

17. εἰσάκουσον κύριε εἴσβλεψον κύριε καὶ ἰδὲ τοὺς λόγους οὓς ἀπέστειλεν *σενναχηριμ ὀνειδίζειν θεὸν ζῶντα

18. ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀςυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν

19. καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ οὐ γὰρ θεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς

20. σὺ δέ κύριε θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ θεὸς μόνος

21. καὶ ἀπεστάλη Hσαιας υἱὸς Aμως πρὸς Eζεκιαν καὶ εἶπεν αὐτῷ τάδε λέγει κύριος θεὸς Iσραηλ ἤκουσα προσηύξω πρός με περὶ *σενναχηριμ βασιλέως Ἀςυρίων

22. οὗτος λόγος ὃν ἐλάλησεν περὶ αὐτοῦ θεός ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ *σιων ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Iερουσαλημ

23. τίνα ὠνείδισας καὶ παρώξυνας πρὸς τίνα ὕψωσας τὴν φωνήν σου καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Iσραηλ

24. ὅτι δι' ἀγγέλων ὠνείδισας κύριον σὺ γὰρ εἶπας τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ *λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίςου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ

25. καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος

26. οὐ ταῦτα ἤκουσας πάλαι ἐγὼ ἐποίησα ἐξ ἀρχαίων ἡμερῶν συνέταξα νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς

27. ἀνῆκα τὰς χεῖρας καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις

28. νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι

29. δὲ θυμός σου ὃν ἐθυμώθης καὶ πικρία σου ἀνέβη πρός με καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ ἦλθες ἐν αὐτῇ

30. τοῦτο δέ σοι τὸ σημεῖον φάγε τοῦτον τὸν ἐνιαυτὸν ἔσπαρκας τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν

31. καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Iουδαίᾳ φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω

32. ὅτι ἐξ Iερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους *σιων ζῆλος κυρίου σαβαωθ ποιήσει ταῦτα

33. διὰ τοῦτο οὕτως λέγει κύριος ἐπὶ βασιλέα Ἀςυρίων οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπ' αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπ' αὐτὴν θυρεὸν οὐδὲ μὴ κυκλώσῃ ἐπ' αὐτὴν χάρακα

34. ἀλλὰ τῇ ὁδῷ ἦλθεν ἐν αὐτῇ ἀποστραφήσεται τάδε λέγει κύριος

35. ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ καὶ διὰ *δαυιδ τὸν παῖδά μου

36. καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀςυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ἐξαναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρά

37. καὶ ἀποστραφεὶς ἀπῆλθεν βασιλεὺς Ἀςυρίων καὶ ᾤκησεν ἐν *νινευη

38. καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ *νασαραχ τὸν παταχρον αὐτοῦ Aδραμελεχ καὶ *σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν καὶ ἐβασίλευσεν Aσορδαν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.