LXX Isaiah 36
Widgets to be programmed here




1. καὶ ἐγένετο τοῦ τεςαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Eζεκιου ἀνέβη *σενναχηριμ βασιλεὺς Ἀςυρίων ἐπὶ τὰς πόλεις τῆς Iουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς

2. καὶ ἀπέστειλεν βασιλεὺς Ἀςυρίων Ραψακην ἐκ *λαχις εἰς Iερουσαλημ πρὸς τὸν βασιλέα Eζεκιαν μετὰ δυνάμεως πολλῆς καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως

3. καὶ ἐξῆλθεν πρὸς αὐτὸν Eλιακιμ τοῦ *χελκιου οἰκονόμος καὶ *σομνας γραμματεὺς καὶ Iωαχ τοῦ Aσαφ ὑπομνηματογράφος

4. καὶ εἶπεν αὐτοῖς Ραψακης εἴπατε Eζεκια τάδε λέγει βασιλεὺς μέγας βασιλεὺς Ἀςυρίων τί πεποιθὼς εἶ

5. μὴ ἐν βουλῇ λόγοις χειλέων παράταξις γίνεται καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι

6. ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' Aἴγυπτον ὃς ἂν ἐπ' αὐτὴν ἐπιστηρισθῇ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ οὕτως ἐστὶν *φαραω βασιλεὺς Aἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ

7. εἰ δὲ λέγετε ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν

8. νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀςυρίων καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ' αὐτούς

9. καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Aἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην

10. καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν

11. καὶ εἶπεν πρὸς αὐτὸν Eλιακιμ καὶ *σομνας καὶ Iωαχ λάλησον πρὸς τοὺς παῖδάς σου *συριστί ἀκούομεν γὰρ ἡμεῖς καὶ μὴ λάλει πρὸς ἡμᾶς Iουδαι+στί καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει

12. καὶ εἶπεν Ραψακης πρὸς αὐτούς μὴ πρὸς τὸν κύριον ὑμῶν πρὸς ὑμᾶς ἀπέσταλκέν με κύριός μου λαλῆσαι τοὺς λόγους τούτους οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ' ὑμῶν ἅμα

13. καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Iουδαι+στὶ καὶ εἶπεν ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀςυρίων

14. τάδε λέγει βασιλεύς μὴ ἀπατάτω ὑμᾶς Eζεκιας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς

15. καὶ μὴ λεγέτω ὑμῖν Eζεκιας ὅτι ῥύσεται ὑμᾶς θεός καὶ οὐ μὴ παραδοθῇ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀςυρίων

16. μὴ ἀκούετε Eζεκιου τάδε λέγει βασιλεὺς Ἀςυρίων εἰ βούλεσθε εὐλογηθῆναι ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν

17. ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων

18. μὴ ὑμᾶς ἀπατάτω Eζεκιας λέγων θεὸς ὑμῶν ῥύσεται ὑμᾶς μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀςυρίων

19. ποῦ ἐστιν θεὸς Aιμαθ καὶ Aρφαθ καὶ ποῦ θεὸς τῆς πόλεως *σεπφαριμ μὴ ἐδύναντο ῥύσασθαι *σαμάρειαν ἐκ χειρός μου

20. τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ τῆς χειρός μου ὅτι ῥύσεται θεὸς Iερουσαλημ ἐκ χειρός μου

21. καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι

22. καὶ εἰσῆλθεν Eλιακιμ τοῦ *χελκιου οἰκονόμος καὶ *σομνας γραμματεὺς τῆς δυνάμεως καὶ Iωαχ τοῦ Aσαφ ὑπομνηματογράφος πρὸς Eζεκιαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου















Parse Information
Hover over the lovely Greek words to see parse information.