LXX Isaiah 31
Widgets to be programmed here




1. οὐαὶ οἱ καταβαίνοντες εἰς Aἴγυπτον ἐπὶ βοήθειαν οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν ἔστιν γὰρ πολλά καὶ ἐφ' ἵπποις πλῆθος σφόδρα καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Iσραηλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν

2. καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά καὶ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ καὶ ἐπαναστήσεται ἐπ' οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν

3. Aἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτούς καὶ κοπιάσουσιν οἱ βοηθοῦντες καὶ ἅμα πάντες ἀπολοῦνται

4. ὅτι οὕτως εἶπέν μοι κύριος ὃν τρόπον ἐὰν βοήσῃ λέων σκύμνος ἐπὶ τῇ θήρᾳ ἔλαβεν καὶ κεκράξῃ ἐπ' αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ *σιων ἐπὶ τὰ ὄρη αὐτῆς

5. ὡς ὄρνεα πετόμενα οὕτως ὑπερασπιεῖ κύριος ὑπὲρ Iερουσαλημ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει

6. ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον

7. ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἐποίησαν αἱ χεῖρες αὐτῶν

8. καὶ πεσεῖται Aςουρ οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα

9. πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται δὲ φεύγων ἁλώσεται τάδε λέγει κύριος μακάριος ὃς ἔχει ἐν *σιων σπέρμα καὶ οἰκείους ἐν Iερουσαλημ















Parse Information
Hover over the lovely Greek words to see parse information.