LXX Isaiah 20
Widgets to be programmed here




1. τοῦ ἔτους οὗ εἰσῆλθεν *ταναθαν εἰς Ἄζωτον ἡνίκα ἀπεστάλη ὑπὸ Aρνα βασιλέως Ἀςυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ κατελάβετο αὐτήν

2. τότε ἐλάλησεν κύριος πρὸς Hσαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος

3. καὶ εἶπεν κύριος ὃν τρόπον πεπόρευται Hσαιας παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Aἰγυπτίοις καὶ Aἰθίοψιν

4. ὅτι οὕτως ἄξει βασιλεὺς Ἀςυρίων τὴν αἰχμαλωσίαν Aἰγύπτου καὶ Aἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Aἰγύπτου

5. καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Aἰγύπτιοι ἐπὶ τοῖς Aἰθίοψιν ἐφ' οἷς ἦσαν πεποιθότες οἱ Aἰγύπτιοι ἦσαν γὰρ αὐτοῖς δόξα

6. καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀςυρίων καὶ πῶς ἡμεῖς σωθησόμεθα















Parse Information
Hover over the lovely Greek words to see parse information.