LXX Isaiah 19
Widgets to be programmed here




1. ὅρασις Aἰγύπτου ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Aἴγυπτον καὶ σεισθήσεται τὰ χειροποίητα Aἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς

2. καὶ ἐπεγερθήσονται Aἰγύπτιοι ἐπ' Aἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν

3. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Aἰγυπτίων ἐν αὐτοῖς καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους

4. καὶ παραδώσω Aἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν τάδε λέγει κύριος σαβαωθ

5. καὶ πίονται οἱ Aἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλαςαν δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται

6. καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου

7. καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον

8. καὶ στενάξουσιν οἱ ἁλεεῖς καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν

9. καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύςον

10. καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν

11. καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες *τάνεως οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως βουλὴ αὐτῶν μωρανθήσεται πῶς ἐρεῖτε τῷ βασιλεῖ υἱοὶ συνετῶν ἡμεῖς υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς

12. ποῦ εἰσιν νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωθ ἐπ' Aἴγυπτον

13. ἐξέλιπον οἱ ἄρχοντες *τάνεως καὶ ὑψώθησαν οἱ ἄρχοντες *μέμφεως καὶ πλανήσουσιν Aἴγυπτον κατὰ φυλάς

14. κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως καὶ ἐπλάνησαν Aἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ὡς πλανᾶται μεθύων καὶ ἐμῶν ἅμα

15. καὶ οὐκ ἔσται τοῖς Aἰγυπτίοις ἔργον ποιήσει κεφαλὴν καὶ οὐράν ἀρχὴν καὶ τέλος

16. τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Aἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς

17. καὶ ἔσται χώρα τῶν Iουδαίων τοῖς Aἰγυπτίοις εἰς φόβητρον πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται διὰ τὴν βουλήν ἣν βεβούλευται κύριος ἐπ' αὐτήν

18. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Aἰγύπτῳ λαλοῦσαι τῇ γλώςῃ τῇ *χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου πόλισ-ασεδεκ κληθήσεται μία πόλις

19. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Aἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ

20. καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα κυρίῳ ἐν χώρᾳ Aἰγύπτου ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς κρίνων σώσει αὐτούς

21. καὶ γνωστὸς ἔσται κύριος τοῖς Aἰγυπτίοις καὶ γνώσονται οἱ Aἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσιν θυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν

22. καὶ πατάξει κύριος τοὺς Aἰγυπτίους πληγῇ μεγάλῃ καὶ ἰάσεται αὐτοὺς ἰάσει καὶ ἐπιστραφήσονται πρὸς κύριον καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς

23. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Aἰγύπτου πρὸς Ἀςυρίους καὶ εἰσελεύσονται Ἀςύριοι εἰς Aἴγυπτον καὶ Aἰγύπτιοι πορεύσονται πρὸς Ἀςυρίους καὶ δουλεύσουσιν οἱ Aἰγύπτιοι τοῖς Ἀςυρίοις

24. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Iσραηλ τρίτος ἐν τοῖς Ἀςυρίοις καὶ ἐν τοῖς Aἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ

25. ἣν εὐλόγησεν κύριος σαβαωθ λέγων εὐλογημένος λαός μου ἐν Aἰγύπτῳ καὶ ἐν Ἀςυρίοις καὶ κληρονομία μου Iσραηλ















Parse Information
Hover over the lovely Greek words to see parse information.