LXX Isaiah 17
Widgets to be programmed here




1. τὸ ῥῆμα τὸ κατὰ *δαμασκοῦ ἰδοὺ *δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν

2. καταλελειμμένη εἰς τὸν αἰῶνα εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν καὶ οὐκ ἔσται διώκων

3. καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Eφραιμ καὶ οὐκέτι ἔσται βασιλεία ἐν *δαμασκῷ καὶ τὸ λοιπὸν τῶν *σύρων ἀπολεῖται οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Iσραηλ καὶ τῆς δόξης αὐτῶν τάδε λέγει κύριος σαβαωθ

4. ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Iακωβ καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται

5. καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ

6. καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη ὡς ῥῶγες ἐλαίας δύο τρεῖς ἐπ' ἄκρου μετεώρου τέςαρες πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ τάδε λέγει κύριος θεὸς Iσραηλ

7. τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Iσραηλ ἐμβλέψονται

8. καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἐποίησαν οἱ δάκτυλοι αὐτῶν καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν

9. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι ὃν τρόπον ἐγκατέλιπον οἱ Aμορραῖοι καὶ οἱ Eυαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Iσραηλ καὶ ἔσονται ἔρημοι

10. διότι κατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον

11. τῇ δὲ ἡμέρᾳ ἂν φυτεύσῃς πλανηθήσῃ τὸ δὲ πρωί ἐὰν σπείρῃς ἀνθήσει εἰς ἀμητὸν ἂν ἡμέρᾳ κληρώσῃ καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου

12. οὐαὶ πλῆθος ἐθνῶν πολλῶν ὡς θάλαςα κυμαίνουσα οὕτως ταραχθήσεσθε καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει

13. ὡς ὕδωρ πολὺ ἔθνη πολλά ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα

14. πρὸς ἑσπέραν ἔσται πένθος πρὶν πρωὶ καὶ οὐκ ἔσται αὕτη μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν















Parse Information
Hover over the lovely Greek words to see parse information.