LXX Isaiah 16
Widgets to be programmed here




1. ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος *σιων

2. ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοςὸς ἀφῃρημένος θύγατερ *μωαβ ἔπειτα δέ Aρνων

3. πλείονα βουλεύου ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθῇς

4. παροικήσουσίν σοι οἱ φυγάδες *μωαβ ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη συμμαχία σου καὶ ἄρχων ἀπώλετο καταπατῶν ἐπὶ τῆς γῆς

5. καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος καὶ καθίεται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ *δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην

6. ἠκούσαμεν τὴν ὕβριν *μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῆρας οὐχ οὕτως μαντεία σου

7. οὐχ οὕτως ὀλολύξει *μωαβ ἐν γὰρ τῇ *μωαβίτιδι πάντες ὀλολύξουσιν τοῖς κατοικοῦσιν *δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ

8. τὰ πεδία Eσεβων πενθήσει ἄμπελος *σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Iαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον

9. διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Iαζηρ ἄμπελον *σεβαμα τὰ δένδρα σου κατέβαλεν Eσεβων καὶ Eλεαλη ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω καὶ πάντα πεσοῦνται

10. καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια πέπαυται γάρ

11. διὰ τοῦτο κοιλία μου ἐπὶ *μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ἐνεκαίνισας

12. καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε ὅτι ἐκοπίασεν *μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν

13. τοῦτο τὸ ῥῆμα ἐλάλησεν κύριος ἐπὶ *μωαβ ὁπότε καὶ ἐλάλησεν

14. καὶ νῦν λέγω ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται δόξα *μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος















Parse Information
Hover over the lovely Greek words to see parse information.