LXX Isaiah 15
Widgets to be programmed here




1. τὸ ῥῆμα τὸ κατὰ τῆς *μωαβίτιδος νυκτὸς ἀπολεῖται *μωαβῖτις νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς *μωαβίτιδος

2. λυπεῖσθε ἐφ' ἑαυτοῖς ἀπολεῖται γὰρ καὶ *δηβων οὗ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ *ναβαυ τῆς *μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι

3. ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ

4. ὅτι κέκραγεν Eσεβων καὶ Eλεαλη ἕως Iαςα ἠκούσθη φωνὴ αὐτῶν διὰ τοῦτο ὀσφὺς τῆς *μωαβίτιδος βοᾷ ψυχὴ αὐτῆς γνώσεται

5. καρδία τῆς *μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως *σηγωρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς *λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Aρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός

6. τὸ ὕδωρ τῆς *νεμριμ ἔρημον ἔσται καὶ χόρτος αὐτῆς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται

7. μὴ καὶ οὕτως μέλλει σωθῆναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ λήμψονται αὐτήν

8. συνῆψεν γὰρ βοὴ τὸ ὅριον τῆς *μωαβίτιδος τῆς Aγαλλιμ καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Aιλιμ

9. τὸ δὲ ὕδωρ τὸ Ρεμμων πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ Ρεμμων Ἄραβας καὶ ἀρῶ τὸ σπέρμα *μωαβ καὶ Aριηλ καὶ τὸ κατάλοιπον Aδαμα















Parse Information
Hover over the lovely Greek words to see parse information.