1. καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Iεςαι καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται
2. καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ πνεῦμα σοφίας καὶ συνέσεως πνεῦμα βουλῆς καὶ ἰσχύος πνεῦμα γνώσεως καὶ εὐσεβείας
3. ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει
4. ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ
5. καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς
6. καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται καὶ παιδίον μικρὸν ἄξει αὐτούς
7. καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα
8. καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ
9. καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάςας
10. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Iεςαι καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή
11. καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν Ἀςυρίων καὶ ἀπὸ Aἰγύπτου καὶ *βαβυλωνίας καὶ Aἰθιοπίας καὶ ἀπὸ Aιλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας
12. καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Iσραηλ καὶ τοὺς διεσπαρμένους τοῦ Iουδα συνάξει ἐκ τῶν τεςάρων πτερύγων τῆς γῆς
13. καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Eφραιμ καὶ οἱ ἐχθροὶ Iουδα ἀπολοῦνται Eφραιμ οὐ ζηλώσει Iουδαν καὶ Iουδας οὐ θλίψει Eφραιμ
14. καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλαςαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν καὶ Iδουμαίαν καὶ ἐπὶ *μωαβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν οἱ δὲ υἱοὶ Aμμων πρῶτοι ὑπακούσονται
15. καὶ ἐρημώσει κύριος τὴν θάλαςαν Aἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν
16. καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Aἰγύπτῳ καὶ ἔσται τῷ Iσραηλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Aἰγύπτου