LXX Isaiah 10
Widgets to be programmed here




1. οὐαὶ τοῖς γράφουσιν πονηρίαν γράφοντες γὰρ πονηρίαν γράφουσιν

2. ἐκκλίνοντες κρίσιν πτωχῶν ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν

3. καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν

4. τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη θυμός ἀλλ' ἔτι χεὶρ ὑψηλή

5. οὐαὶ Ἀςυρίοις ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν

6. τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν

7. αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται ἀλλὰ ἀπαλλάξει νοῦς αὐτοῦ καὶ τοῦ ἔθνη ἐξολεθρεῦσαι οὐκ ὀλίγα

8. καὶ ἐὰν εἴπωσιν αὐτῷ σὺ μόνος εἶ ἄρχων

9. καὶ ἐρεῖ οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω *βαβυλῶνος καὶ *χαλαννη οὗ πύργος ᾠκοδομήθη καὶ ἔλαβον Ἀραβίαν καὶ *δαμασκὸν καὶ *σαμάρειαν

10. ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου καὶ πάσας τὰς ἀρχὰς λήμψομαι ὀλολύξατε τὰ γλυπτὰ ἐν Iερουσαλημ καὶ ἐν *σαμαρείᾳ

11. ὃν τρόπον γὰρ ἐποίησα *σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς οὕτως ποιήσω καὶ Iερουσαλημ καὶ τοῖς εἰδώλοις αὐτῆς

12. καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει *σιων καὶ ἐν Iερουσαλημ ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀςυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ

13. εἶπεν γάρ τῇ ἰσχύι ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας

14. καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρὶ ὡς νοςιὰν καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἀντείπῃ μοι

15. μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ξύλον

16. καὶ οὐχ οὕτως ἀλλὰ ἀποστελεῖ κύριος σαβαωθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται

17. καὶ ἔσται τὸ φῶς τοῦ Iσραηλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην τῇ ἡμέρᾳ ἐκείνῃ

18. ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν καὶ ἔσται φεύγων ὡς φεύγων ἀπὸ φλογὸς καιομένης

19. καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἔσονται ἀριθμός καὶ παιδίον γράψει αὐτούς

20. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Iσραηλ καὶ οἱ σωθέντες τοῦ Iακωβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Iσραηλ τῇ ἀληθείᾳ

21. καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Iακωβ ἐπὶ θεὸν ἰσχύοντα

22. καὶ ἐὰν γένηται λαὸς Iσραηλ ὡς ἄμμος τῆς θαλάςης τὸ κατάλειμμα αὐτῶν σωθήσεται λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ

23. ὅτι λόγον συντετμημένον ποιήσει θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ

24. διὰ τοῦτο τάδε λέγει κύριος σαβαωθ μὴ φοβοῦ λαός μου οἱ κατοικοῦντες ἐν *σιων ἀπὸ Ἀςυρίων ὅτι ἐν ῥάβδῳ πατάξει σε πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Aἰγύπτου

25. ἔτι γὰρ μικρὸν καὶ παύσεται ὀργή δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν

26. καὶ ἐπεγερεῖ θεὸς ἐπ' αὐτοὺς κατὰ τὴν πληγὴν τὴν *μαδιαμ ἐν τόπῳ θλίψεως καὶ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλαςαν εἰς τὴν ὁδὸν τὴν κατ' Aἴγυπτον

27. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται φόβος αὐτοῦ ἀπὸ σοῦ καὶ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου καὶ καταφθαρήσεται ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν

28. ἥξει γὰρ εἰς τὴν πόλιν Aγγαι καὶ παρελεύσεται εἰς *μαγεδω καὶ ἐν *μαχμας θήσει τὰ σκεύη αὐτοῦ

29. καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Aγγαι φόβος λήμψεται Ραμα πόλιν *σαουλ φεύξεται

30. θυγάτηρ *γαλλιμ ἐπακούσεται *λαισα ἐπακούσεται Aναθωθ

31. ἐξέστη *μαδεβηνα καὶ οἱ κατοικοῦντες *γιββιρ παρακαλεῖτε

32. σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα *σιων καὶ οἱ βουνοὶ οἱ ἐν Iερουσαλημ

33. ἰδοὺ γὰρ δεσπότης κύριος σαβαωθ συνταράςει τοὺς ἐνδόξους μετὰ ἰσχύος καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται

34. καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ δὲ *λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται















Parse Information
Hover over the lovely Greek words to see parse information.