LXX Hosea 1
Widgets to be programmed here




1. λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ωσηε τὸν τοῦ *βεηρι ἐν ἡμέραις Oζιου καὶ Iωαθαμ καὶ Aχαζ καὶ Eζεκιου βασιλέων Iουδα καὶ ἐν ἡμέραις Iεροβοαμ υἱοῦ Iωας βασιλέως Iσραηλ

2. ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε καὶ εἶπεν κύριος πρὸς Ωσηε βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας διότι ἐκπορνεύουσα ἐκπορνεύσει γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου

3. καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν *γομερ θυγατέρα *δεβηλαιμ καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν

4. καὶ εἶπεν κύριος πρὸς αὐτόν κάλεσον τὸ ὄνομα αὐτοῦ Iεζραελ διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Iεζραελ ἐπὶ τὸν οἶκον Iου καὶ καταπαύσω βασιλείαν οἴκου Iσραηλ

5. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Iσραηλ ἐν τῇ κοιλάδι τοῦ Iεζραελ

6. καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα καὶ εἶπεν αὐτῷ κάλεσον τὸ ὄνομα αὐτῆς Oὐκ-ἠλεημένη διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Iσραηλ ἀλλ' ἀντιταςόμενος ἀντιτάξομαι αὐτοῖς

7. τοὺς δὲ υἱοὺς Iουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν

8. καὶ ἀπεγαλάκτισεν τὴν Oὐκ-ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν

9. καὶ εἶπεν κάλεσον τὸ ὄνομα αὐτοῦ Oὐ-λαόσ-μου διότι ὑμεῖς οὐ λαός μου καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν















Parse Information
Hover over the lovely Greek words to see parse information.