LXX Genesis 50
Widgets to be programmed here




1. καὶ ἐπιπεσὼν Iωσηφ ἐπὶ τὸ πρόσωπον τοῦ πατρὸς αὐτοῦ ἔκλαυσεν ἐπ' αὐτὸν καὶ ἐφίλησεν αὐτόν

2. καὶ προσέταξεν Iωσηφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Iσραηλ

3. καὶ ἐπλήρωσαν αὐτοῦ τεςαράκοντα ἡμέρας οὕτως γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς καὶ ἐπένθησεν αὐτὸν Aἴγυπτος ἑβδομήκοντα ἡμέρας

4. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους ἐλάλησεν Iωσηφ πρὸς τοὺς δυνάστας *φαραω λέγων εἰ εὗρον χάριν ἐναντίον ὑμῶν λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα *φαραω λέγοντες

5. πατήρ μου ὥρκισέν με λέγων ἐν τῷ μνημείῳ ὤρυξα ἐμαυτῷ ἐν γῇ *χανααν ἐκεῖ με θάψεις νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι

6. καὶ εἶπεν *φαραω ἀνάβηθι θάψον τὸν πατέρα σου καθάπερ ὥρκισέν σε

7. καὶ ἀνέβη Iωσηφ θάψαι τὸν πατέρα αὐτοῦ καὶ συνανέβησαν μετ' αὐτοῦ πάντες οἱ παῖδες *φαραω καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Aἰγύπτου

8. καὶ πᾶσα πανοικία Iωσηφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα οἰκία πατρικὴ αὐτοῦ καὶ τὴν συγγένειαν καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ *γεσεμ

9. καὶ συνανέβησαν μετ' αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς καὶ ἐγένετο παρεμβολὴ μεγάλη σφόδρα

10. καὶ παρεγένοντο ἐφ' ἅλωνα Aταδ ἐστιν πέραν τοῦ Iορδάνου καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα καὶ ἐποίησεν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας

11. καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς *χανααν τὸ πένθος ἐν ἅλωνι Aταδ καὶ εἶπαν πένθος μέγα τοῦτό ἐστιν τοῖς Aἰγυπτίοις διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ *πένθος Aἰγύπτου ἐστιν πέραν τοῦ Iορδάνου

12. καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐκεῖ

13. καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν *χανααν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν ἐκτήσατο Aβρααμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Eφρων τοῦ *χετταίου κατέναντι *μαμβρη

14. καὶ ἀπέστρεψεν Iωσηφ εἰς Aἴγυπτον αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ

15. ἰδόντες δὲ οἱ ἀδελφοὶ Iωσηφ ὅτι τέθνηκεν πατὴρ αὐτῶν εἶπαν μήποτε μνησικακήσῃ ἡμῖν Iωσηφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά ἐνεδειξάμεθα αὐτῷ

16. καὶ παρεγένοντο πρὸς Iωσηφ λέγοντες πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων

17. οὕτως εἴπατε Iωσηφ ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν ὅτι πονηρά σοι ἐνεδείξαντο καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ τοῦ πατρός σου καὶ ἔκλαυσεν Iωσηφ λαλούντων αὐτῶν πρὸς αὐτόν

18. καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν οἵδε ἡμεῖς σοι οἰκέται

19. καὶ εἶπεν αὐτοῖς Iωσηφ μὴ φοβεῖσθε τοῦ γὰρ θεοῦ εἰμι ἐγώ

20. ὑμεῖς ἐβουλεύσασθε κατ' ἐμοῦ εἰς πονηρά δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά ὅπως ἂν γενηθῇ ὡς σήμερον ἵνα διατραφῇ λαὸς πολύς

21. καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν

22. καὶ κατῴκησεν Iωσηφ ἐν Aἰγύπτῳ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα πανοικία τοῦ πατρὸς αὐτοῦ καὶ ἔζησεν Iωσηφ ἔτη ἑκατὸν δέκα

23. καὶ εἶδεν Iωσηφ Eφραιμ παιδία ἕως τρίτης γενεᾶς καὶ υἱοὶ *μαχιρ τοῦ υἱοῦ *μαναςη ἐτέχθησαν ἐπὶ μηρῶν Iωσηφ

24. καὶ εἶπεν Iωσηφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων ἐγὼ ἀποθνῄσκω ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς θεὸς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν ὤμοσεν θεὸς τοῖς πατράσιν ἡμῶν Aβρααμ καὶ Iσαακ καὶ Iακωβ

25. καὶ ὥρκισεν Iωσηφ τοὺς υἱοὺς Iσραηλ λέγων ἐν τῇ ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς θεός καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ' ὑμῶν

26. καὶ ἐτελεύτησεν Iωσηφ ἐτῶν ἑκατὸν δέκα καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Aἰγύπτῳ















Parse Information
Hover over the lovely Greek words to see parse information.