1. αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Aδαμ κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν
2. ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν Aδαμ ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς
3. ἔζησεν δὲ Aδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ *σηθ
4. ἐγένοντο δὲ αἱ ἡμέραι Aδαμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν *σηθ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
5. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Aδαμ ἂς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν
6. ἔζησεν δὲ *σηθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν Eνως
7. καὶ ἔζησεν *σηθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Eνως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
8. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι *σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν
9. καὶ ἔζησεν Eνως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν *καιναν
10. καὶ ἔζησεν Eνως μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν *καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
11. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Eνως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν
12. καὶ ἔζησεν *καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν *μαλελεηλ
13. καὶ ἔζησεν *καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν *μαλελεηλ ἑπτακόσια καὶ τεςαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
14. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι *καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν
15. καὶ ἔζησεν *μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Iαρεδ
16. καὶ ἔζησεν *μαλελεηλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Iαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
17. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι *μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν
18. καὶ ἔζησεν Iαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Eνωχ
19. καὶ ἔζησεν Iαρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Eνωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
20. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Iαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν
21. καὶ ἔζησεν Eνωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν *μαθουσαλα
22. εὐηρέστησεν δὲ Eνωχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν *μαθουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
23. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Eνωχ τριακόσια ἑξήκοντα πέντε ἔτη
24. καὶ εὐηρέστησεν Eνωχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο ὅτι μετέθηκεν αὐτὸν ὁ θεός
25. καὶ ἔζησεν *μαθουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν *λαμεχ
26. καὶ ἔζησεν *μαθουσαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν *λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
27. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι *μαθουσαλα ἂς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν
28. καὶ ἔζησεν *λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν
29. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ *νωε λέγων οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός
30. καὶ ἔζησεν *λαμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν *νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
31. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι *λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν
32. καὶ ἦν *νωε ἐτῶν πεντακοσίων καὶ ἐγέννησεν *νωε τρεῖς υἱούς τὸν *σημ τὸν *χαμ τὸν Iαφεθ