LXX Genesis 49
Widgets to be programmed here




1. ἐκάλεσεν δὲ Iακωβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν συνάχθητε ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν

2. ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Iακωβ ἀκούσατε Iσραηλ τοῦ πατρὸς ὑμῶν

3. Ρουβην πρωτότοκός μου σύ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης

4. ἐξύβρισας ὡς ὕδωρ μὴ ἐκζέσῃς ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου τότε ἐμίανας τὴν στρωμνήν οὗ ἀνέβης

5. *συμεων καὶ *λευι ἀδελφοί συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν

6. εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ψυχή μου καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον

7. ἐπικατάρατος θυμὸς αὐτῶν ὅτι αὐθάδης καὶ μῆνις αὐτῶν ὅτι ἐσκληρύνθη διαμεριῶ αὐτοὺς ἐν Iακωβ καὶ διασπερῶ αὐτοὺς ἐν Iσραηλ

8. Iουδα σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου

9. σκύμνος λέοντος Iουδα ἐκ βλαστοῦ υἱέ μου ἀνέβης ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος τίς ἐγερεῖ αὐτόν

10. οὐκ ἐκλείψει ἄρχων ἐξ Iουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ καὶ αὐτὸς προσδοκία ἐθνῶν

11. δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ

12. χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ γάλα

13. *ζαβουλων παράλιος κατοικήσει καὶ αὐτὸς παρ' ὅρμον πλοίων καὶ παρατενεῖ ἕως *σιδῶνος

14. Iςαχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων

15. καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός

16. *δαν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Iσραηλ

17. καὶ γενηθήτω *δαν ὄφις ἐφ' ὁδοῦ ἐγκαθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ἱππεὺς εἰς τὰ ὀπίσω

18. τὴν σωτηρίαν περιμένω κυρίου

19. *γαδ πειρατήριον πειρατεύσει αὐτόν αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας

20. Aσηρ πίων αὐτοῦ ἄρτος καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν

21. *νεφθαλι στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος

22. υἱὸς ηὐξημένος Iωσηφ υἱὸς ηὐξημένος ζηλωτός υἱός μου νεώτατος πρός με ἀνάστρεψον

23. εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων

24. καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Iακωβ ἐκεῖθεν κατισχύσας Iσραηλ

25. παρὰ θεοῦ τοῦ πατρός σου καὶ ἐβοήθησέν σοι θεὸς ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας

26. εὐλογίας πατρός σου καὶ μητρός σου ὑπερίσχυσεν ἐπ' εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ' εὐλογίαις θινῶν ἀενάων ἔσονται ἐπὶ κεφαλὴν Iωσηφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν

27. *βενιαμιν λύκος ἅρπαξ τὸ πρωινὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν

28. πάντες οὗτοι υἱοὶ Iακωβ δώδεκα καὶ ταῦτα ἐλάλησεν αὐτοῖς πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς

29. καὶ εἶπεν αὐτοῖς ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ ἐστιν ἐν τῷ ἀγρῷ Eφρων τοῦ *χετταίου

30. ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι *μαμβρη ἐν τῇ γῇ *χανααν ἐκτήσατο Aβρααμ τὸ σπήλαιον παρὰ Eφρων τοῦ *χετταίου ἐν κτήσει μνημείου

31. ἐκεῖ ἔθαψαν Aβρααμ καὶ *σαρραν τὴν γυναῖκα αὐτοῦ ἐκεῖ ἔθαψαν Iσαακ καὶ Ρεβεκκαν τὴν γυναῖκα αὐτοῦ καὶ ἐκεῖ ἔθαψα *λειαν

32. ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν *χετ

33. καὶ κατέπαυσεν Iακωβ ἐπιτάςων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.