LXX Genesis 48
Widgets to be programmed here




1. ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Iωσηφ ὅτι πατήρ σου ἐνοχλεῖται καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ τὸν *μαναςη καὶ τὸν Eφραιμ ἦλθεν πρὸς Iακωβ

2. ἀπηγγέλη δὲ τῷ Iακωβ λέγοντες ἰδοὺ υἱός σου Iωσηφ ἔρχεται πρὸς σέ καὶ ἐνισχύσας Iσραηλ ἐκάθισεν ἐπὶ τὴν κλίνην

3. καὶ εἶπεν Iακωβ τῷ Iωσηφ θεός μου ὤφθη μοι ἐν *λουζα ἐν γῇ *χανααν καὶ εὐλόγησέν με

4. καὶ εἶπέν μοι ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον

5. νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν Aἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Aἴγυπτον ἐμοί εἰσιν Eφραιμ καὶ *μαναςη ὡς Ρουβην καὶ *συμεων ἔσονταί μοι

6. τὰ δὲ ἔκγονα ἐὰν γεννήσῃς μετὰ ταῦτα σοὶ ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις

7. ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ *μεσοποταμίας τῆς *συρίας ἀπέθανεν Ραχηλ μήτηρ σου ἐν γῇ *χανααν ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον χαβραθα τῆς γῆς τοῦ ἐλθεῖν Eφραθα καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου αὕτη ἐστὶν *βαιθλεεμ

8. ἰδὼν δὲ Iσραηλ τοὺς υἱοὺς Iωσηφ εἶπεν τίνες σοι οὗτοι

9. εἶπεν δὲ Iωσηφ τῷ πατρὶ αὐτοῦ υἱοί μού εἰσιν οὓς ἔδωκέν μοι θεὸς ἐνταῦθα καὶ εἶπεν Iακωβ προσάγαγέ μοι αὐτούς ἵνα εὐλογήσω αὐτούς

10. οἱ δὲ ὀφθαλμοὶ Iσραηλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους καὶ οὐκ ἠδύνατο βλέπειν καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς

11. καὶ εἶπεν Iσραηλ πρὸς Iωσηφ ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην καὶ ἰδοὺ ἔδειξέν μοι θεὸς καὶ τὸ σπέρμα σου

12. καὶ ἐξήγαγεν Iωσηφ αὐτοὺς ἀπὸ τῶν γονάτων αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς

13. λαβὼν δὲ Iωσηφ τοὺς δύο υἱοὺς αὐτοῦ τόν τε Eφραιμ ἐν τῇ δεξιᾷ ἐξ ἀριστερῶν δὲ Iσραηλ τὸν δὲ *μαναςη ἐν τῇ ἀριστερᾷ ἐκ δεξιῶν δὲ Iσραηλ ἤγγισεν αὐτοὺς αὐτῷ

14. ἐκτείνας δὲ Iσραηλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Eφραιμ οὗτος δὲ ἦν νεώτερος καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν *μαναςη ἐναλλὰξ τὰς χεῖρας

15. καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν θεός εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ Aβρααμ καὶ Iσαακ θεὸς τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης

16. ἄγγελος ῥυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου Aβρααμ καὶ Iσαακ καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς

17. ἰδὼν δὲ Iωσηφ ὅτι ἐπέβαλεν πατὴρ τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Eφραιμ βαρὺ αὐτῷ κατεφάνη καὶ ἀντελάβετο Iωσηφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Eφραιμ ἐπὶ τὴν κεφαλὴν *μαναςη

18. εἶπεν δὲ Iωσηφ τῷ πατρὶ αὐτοῦ οὐχ οὕτως πάτερ οὗτος γὰρ πρωτότοκος ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ

19. καὶ οὐκ ἠθέλησεν ἀλλὰ εἶπεν οἶδα τέκνον οἶδα καὶ οὗτος ἔσται εἰς λαόν καὶ οὗτος ὑψωθήσεται ἀλλὰ ἀδελφὸς αὐτοῦ νεώτερος μείζων αὐτοῦ ἔσται καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν

20. καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ἐν ὑμῖν εὐλογηθήσεται Iσραηλ λέγοντες ποιήσαι σε θεὸς ὡς Eφραιμ καὶ ὡς *μαναςη καὶ ἔθηκεν τὸν Eφραιμ ἔμπροσθεν τοῦ *μαναςη

21. εἶπεν δὲ Iσραηλ τῷ Iωσηφ ἰδοὺ ἐγὼ ἀποθνῄσκω καὶ ἔσται θεὸς μεθ' ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν

22. ἐγὼ δὲ δίδωμί σοι *σικιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου ἣν ἔλαβον ἐκ χειρὸς Aμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ















Parse Information
Hover over the lovely Greek words to see parse information.