LXX Genesis 47
Widgets to be programmed here




1. ἐλθὼν δὲ Iωσηφ ἀπήγγειλεν τῷ *φαραω λέγων πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς *χανααν καὶ ἰδού εἰσιν ἐν γῇ *γεσεμ

2. ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον *φαραω

3. καὶ εἶπεν *φαραω τοῖς ἀδελφοῖς Iωσηφ τί τὸ ἔργον ὑμῶν οἱ δὲ εἶπαν τῷ *φαραω ποιμένες προβάτων οἱ παῖδές σου καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν

4. εἶπαν δὲ τῷ *φαραω παροικεῖν ἐν τῇ γῇ ἥκαμεν οὐ γάρ ἐστιν νομὴ τοῖς κτήνεσιν τῶν παίδων σου ἐνίσχυσεν γὰρ λιμὸς ἐν γῇ *χανααν νῦν οὖν κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ *γεσεμ

5. εἶπεν δὲ *φαραω τῷ Iωσφη κατοικείτωσαν ἐν γῇ *γεσεμ εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν ἦλθον δὲ εἰς Aἴγυπτον πρὸς Iωσηφ Iακωβ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἤκουσεν *φαραω βασιλεὺς Aἰγύπτου καὶ εἶπεν *φαραω πρὸς Iωσηφ λέγων πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ

6. ἰδοὺ γῆ Aἰγύπτου ἐναντίον σού ἐστιν ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου

7. εἰσήγαγεν δὲ Iωσηφ Iακωβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον *φαραω καὶ εὐλόγησεν Iακωβ τὸν *φαραω

8. εἶπεν δὲ *φαραω τῷ Iακωβ πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου

9. καὶ εἶπεν Iακωβ τῷ *φαραω αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἂς παροικῶ ἑκατὸν τριάκοντα ἔτη μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου ἂς ἡμέρας παρῴκησαν

10. καὶ εὐλογήσας Iακωβ τὸν *φαραω ἐξῆλθεν ἀπ' αὐτοῦ

11. καὶ κατῴκισεν Iωσηφ τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Aἰγύπτου ἐν τῇ βελτίστῃ γῇ ἐν γῇ Ραμεςη καθὰ προσέταξεν *φαραω

12. καὶ ἐσιτομέτρει Iωσηφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα

13. σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ ἐνίσχυσεν γὰρ λιμὸς σφόδρα ἐξέλιπεν δὲ γῆ Aἰγύπτου καὶ γῆ *χανααν ἀπὸ τοῦ λιμοῦ

14. συνήγαγεν δὲ Iωσηφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Aἰγύπτου καὶ ἐν γῇ *χανααν τοῦ σίτου οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς καὶ εἰσήνεγκεν Iωσηφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον *φαραω

15. καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς Aἰγύπτου καὶ ἐκ γῆς *χανααν ἦλθον δὲ πάντες οἱ Aἰγύπτιοι πρὸς Iωσηφ λέγοντες δὸς ἡμῖν ἄρτους καὶ ἵνα τί ἀποθνῄσκομεν ἐναντίον σου ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν

16. εἶπεν δὲ αὐτοῖς Iωσηφ φέρετε τὰ κτήνη ὑμῶν καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν εἰ ἐκλέλοιπεν τὸ ἀργύριον

17. ἤγαγον δὲ τὰ κτήνη πρὸς Iωσηφ καὶ ἔδωκεν αὐτοῖς Iωσηφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ

18. ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ' τὸ ἴδιον σῶμα καὶ γῆ ἡμῶν

19. ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ γῆ ἐρημωθῇ κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων καὶ ἐσόμεθα ἡμεῖς καὶ γῆ ἡμῶν παῖδες *φαραω δὸς σπέρμα ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ γῆ οὐκ ἐρημωθήσεται

20. καὶ ἐκτήσατο Iωσηφ πᾶσαν τὴν γῆν τῶν Aἰγυπτίων τῷ *φαραω ἀπέδοντο γὰρ οἱ Aἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ *φαραω ἐπεκράτησεν γὰρ αὐτῶν λιμός καὶ ἐγένετο γῆ *φαραω

21. καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ' ἄκρων ὁρίων Aἰγύπτου ἕως τῶν ἄκρων

22. χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἐκτήσατο ταύτην Iωσηφ ἐν δόσει γὰρ ἔδωκεν δόμα τοῖς ἱερεῦσιν *φαραω καὶ ἤσθιον τὴν δόσιν ἣν ἔδωκεν αὐτοῖς *φαραω διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν

23. εἶπεν δὲ Iωσηφ πᾶσι τοῖς Aἰγυπτίοις ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ *φαραω λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν

24. καὶ ἔσται τὰ γενήματα αὐτῆς δώσετε τὸ πέμπτον μέρος τῷ *φαραω τὰ δὲ τέςαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσιν τοῖς ἐν τοῖς οἴκοις ὑμῶν

25. καὶ εἶπαν σέσωκας ἡμᾶς εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες *φαραω

26. καὶ ἔθετο αὐτοῖς Iωσηφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν Aἰγύπτου τῷ *φαραω ἀποπεμπτοῦν χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἦν τῷ *φαραω

27. κατῴκησεν δὲ Iσραηλ ἐν γῇ Aἰγύπτῳ ἐπὶ τῆς γῆς *γεσεμ καὶ ἐκληρονόμησαν ἐπ' αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα

28. ἐπέζησεν δὲ Iακωβ ἐν γῇ Aἰγύπτῳ δέκα ἑπτὰ ἔτη ἐγένοντο δὲ αἱ ἡμέραι Iακωβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεςαράκοντα ἑπτὰ ἔτη

29. ἤγγισαν δὲ αἱ ἡμέραι Iσραηλ τοῦ ἀποθανεῖν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Iωσηφ καὶ εἶπεν αὐτῷ εἰ εὕρηκα χάριν ἐναντίον σου ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ' ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Aἰγύπτῳ

30. ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου καὶ ἀρεῖς με ἐξ Aἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν δὲ εἶπεν ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου

31. εἶπεν δέ ὄμοσόν μοι καὶ ὤμοσεν αὐτῷ καὶ προσεκύνησεν Iσραηλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.