1. ἀπάρας δὲ Iσραηλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσεν θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Iσαακ
2. εἶπεν δὲ ὁ θεὸς Iσραηλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Iακωβ Iακωβ ὁ δὲ εἶπεν τί ἐστιν
3. λέγων ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου μὴ φοβοῦ καταβῆναι εἰς Aἴγυπτον εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ
4. καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Aἴγυπτον καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος καὶ Iωσηφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου
5. ἀνέστη δὲ Iακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἀνέλαβον οἱ υἱοὶ Iσραηλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἂς ἀπέστειλεν Iωσηφ ἆραι αὐτόν
6. καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ἣν ἐκτήσαντο ἐν γῇ *χανααν εἰσῆλθον εἰς Aἴγυπτον Iακωβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ' αὐτοῦ
7. υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Aἴγυπτον
8. ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Iσραηλ τῶν εἰσελθόντων εἰς Aἴγυπτον Iακωβ καὶ οἱ υἱοὶ αὐτοῦ πρωτότοκος Iακωβ Ρουβην
9. υἱοὶ δὲ Ρουβην Eνωχ καὶ *φαλλους Aσρων καὶ *χαρμι
10. υἱοὶ δὲ *συμεων Iεμουηλ καὶ Iαμιν καὶ Aωδ καὶ Iαχιν καὶ *σααρ καὶ *σαουλ υἱὸς τῆς *χανανίτιδος
11. υἱοὶ δὲ *λευι *γηρσων *κααθ καὶ *μεραρι
12. υἱοὶ δὲ Iουδα Hρ καὶ Aυναν καὶ *σηλωμ καὶ *φαρες καὶ *ζαρα ἀπέθανεν δὲ Hρ καὶ Aυναν ἐν γῇ *χανααν ἐγένοντο δὲ υἱοὶ *φαρες Aσρων καὶ Iεμουηλ
13. υἱοὶ δὲ Iςαχαρ *θωλα καὶ *φουα καὶ Iασουβ καὶ *ζαμβραμ
14. υἱοὶ δὲ *ζαβουλων *σερεδ καὶ Aλλων καὶ Aλοηλ
15. οὗτοι υἱοὶ *λειας οὓς ἔτεκεν τῷ Iακωβ ἐν *μεσοποταμίᾳ τῆς *συρίας καὶ *διναν τὴν θυγατέρα αὐτοῦ πᾶσαι αἱ ψυχαί υἱοὶ καὶ θυγατέρες τριάκοντα τρεῖς
16. υἱοὶ δὲ *γαδ *σαφων καὶ Aγγις καὶ *σαυνις καὶ *θασοβαν καὶ Aηδις καὶ Aροηδις καὶ Aροηλις
17. υἱοὶ δὲ Aσηρ Iεμνα καὶ Iεσουα καὶ Iεουλ καὶ *βαρια καὶ *σαρα ἀδελφὴ αὐτῶν υἱοὶ δὲ *βαρια *χοβορ καὶ *μελχιηλ
18. οὗτοι υἱοὶ *ζελφας ἣν ἔδωκεν *λαβαν *λεια τῇ θυγατρὶ αὐτοῦ ἣ ἔτεκεν τούτους τῷ Iακωβ δέκα ἓξ ψυχάς
19. υἱοὶ δὲ Ραχηλ γυναικὸς Iακωβ Iωσηφ καὶ *βενιαμιν
20. ἐγένοντο δὲ υἱοὶ Iωσηφ ἐν γῇ Aἰγύπτῳ οὓς ἔτεκεν αὐτῷ Aσεννεθ θυγάτηρ *πετεφρη ἱερέως Ἡλίου πόλεως τὸν *μαναςη καὶ τὸν Eφραιμ ἐγένοντο δὲ υἱοὶ *μαναςη οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ *σύρα τὸν *μαχιρ *μαχιρ δὲ ἐγέννησεν τὸν *γαλααδ υἱοὶ δὲ Eφραιμ ἀδελφοῦ *μαναςη *σουταλααμ καὶ *τααμ υἱοὶ δὲ *σουταλααμ Eδεμ
21. υἱοὶ δὲ *βενιαμιν *βαλα καὶ *χοβωρ καὶ Aσβηλ ἐγένοντο δὲ υἱοὶ *βαλα *γηρα καὶ *νοεμαν καὶ Aγχις καὶ Ρως καὶ *μαμφιν καὶ Oφιμιν *γηρα δὲ ἐγέννησεν τὸν Aραδ
22. οὗτοι υἱοὶ Ραχηλ οὓς ἔτεκεν τῷ Iακωβ πᾶσαι ψυχαὶ δέκα ὀκτώ
23. υἱοὶ δὲ *δαν Aσομ
24. καὶ υἱοὶ *νεφθαλι Aσιηλ καὶ *γωυνι καὶ Iςααρ καὶ *συλλημ
25. οὗτοι υἱοὶ *βαλλας ἣν ἔδωκεν *λαβαν Ραχηλ τῇ θυγατρὶ αὐτοῦ ἣ ἔτεκεν τούτους τῷ Iακωβ πᾶσαι ψυχαὶ ἑπτά
26. πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Iακωβ εἰς Aἴγυπτον οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ χωρὶς τῶν γυναικῶν υἱῶν Iακωβ πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ
27. υἱοὶ δὲ Iωσηφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Aἰγύπτῳ ψυχαὶ ἐννέα πᾶσαι ψυχαὶ οἴκου Iακωβ αἱ εἰσελθοῦσαι εἰς Aἴγυπτον ἑβδομήκοντα πέντε
28. τὸν δὲ Iουδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Iωσηφ συναντῆσαι αὐτῷ καθ' Ἡρώων πόλιν εἰς γῆν Ραμεςη
29. ζεύξας δὲ Iωσηφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Iσραηλ τῷ πατρὶ αὐτοῦ καθ' Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν κλαυθμῷ πλείονι
30. καὶ εἶπεν Iσραηλ πρὸς Iωσηφ ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου ἔτι γὰρ σὺ ζῇς
31. εἶπεν δὲ Iωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἀναβὰς ἀπαγγελῶ τῷ *φαραω καὶ ἐρῶ αὐτῷ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου οἳ ἦσαν ἐν γῇ *χανααν ἥκασιν πρός με
32. οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγειόχασιν
33. ἐὰν οὖν καλέσῃ ὑμᾶς *φαραω καὶ εἴπῃ ὑμῖν τί τὸ ἔργον ὑμῶν ἐστιν
34. ἐρεῖτε ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἵνα κατοικήσητε ἐν γῇ *γεσεμ Ἀραβίᾳ βδέλυγμα γάρ ἐστιν Aἰγυπτίοις πᾶς ποιμὴν προβάτων