LXX Genesis 45
Widgets to be programmed here




1. καὶ οὐκ ἠδύνατο Iωσηφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ ἀλλ' εἶπεν ἐξαποστείλατε πάντας ἀπ' ἐμοῦ καὶ οὐ παρειστήκει οὐδεὶς ἔτι τῷ Iωσηφ ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ

2. καὶ ἀφῆκεν φωνὴν μετὰ κλαυθμοῦ ἤκουσαν δὲ πάντες οἱ Aἰγύπτιοι καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον *φαραω

3. εἶπεν δὲ Iωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἐγώ εἰμι Iωσηφ ἔτι πατήρ μου ζῇ καὶ οὐκ ἐδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ ἐταράχθησαν γάρ

4. εἶπεν δὲ Iωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἐγγίσατε πρός με καὶ ἤγγισαν καὶ εἶπεν ἐγώ εἰμι Iωσηφ ἀδελφὸς ὑμῶν ὃν ἀπέδοσθε εἰς Aἴγυπτον

5. νῦν οὖν μὴ λυπεῖσθε μηδὲ σκληρὸν ὑμῖν φανήτω ὅτι ἀπέδοσθέ με ὧδε εἰς γὰρ ζωὴν ἀπέστειλέν με θεὸς ἔμπροσθεν ὑμῶν

6. τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς καὶ ἔτι λοιπὰ πέντε ἔτη ἐν οἷς οὐκ ἔσται ἀροτρίασις οὐδὲ ἄμητος

7. ἀπέστειλεν γάρ με θεὸς ἔμπροσθεν ὑμῶν ὑπολείπεσθαι ὑμῶν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην

8. νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε ἀλλ' θεός καὶ ἐποίησέν με ὡς πατέρα *φαραω καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Aἰγύπτου

9. σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ τάδε λέγει υἱός σου Iωσηφ ἐποίησέν με θεὸς κύριον πάσης γῆς Aἰγύπτου κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς

10. καὶ κατοικήσεις ἐν γῇ *γεσεμ Ἀραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοί ἐστιν

11. καὶ ἐκθρέψω σε ἐκεῖ ἔτι γὰρ πέντε ἔτη λιμός ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου

12. ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσιν καὶ οἱ ὀφθαλμοὶ *βενιαμιν τοῦ ἀδελφοῦ μου ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς

13. ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Aἰγύπτῳ καὶ ὅσα εἴδετε καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε

14. καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον *βενιαμιν τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ' αὐτῷ καὶ *βενιαμιν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ

15. καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ' αὐτοῖς καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν

16. καὶ διεβοήθη φωνὴ εἰς τὸν οἶκον *φαραω λέγοντες ἥκασιν οἱ ἀδελφοὶ Iωσηφ ἐχάρη δὲ *φαραω καὶ θεραπεία αὐτοῦ

17. εἶπεν δὲ *φαραω πρὸς Iωσηφ εἰπὸν τοῖς ἀδελφοῖς σου τοῦτο ποιήσατε γεμίσατε τὰ πορεῖα ὑμῶν καὶ ἀπέλθατε εἰς γῆν *χανααν

18. καὶ παραλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Aἰγύπτου καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς

19. σὺ δὲ ἔντειλαι ταῦτα λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Aἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξίν καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε

20. καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν τὰ γὰρ πάντα ἀγαθὰ Aἰγύπτου ὑμῖν ἔσται

21. ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Iσραηλ ἔδωκεν δὲ Iωσηφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ *φαραω τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν

22. καὶ πᾶσιν ἔδωκεν διςὰς στολάς τῷ δὲ *βενιαμιν ἔδωκεν τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλαςούσας στολάς

23. καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Aἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν

24. ἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν καὶ εἶπεν αὐτοῖς μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ

25. καὶ ἀνέβησαν ἐξ Aἰγύπτου καὶ ἦλθον εἰς γῆν *χανααν πρὸς Iακωβ τὸν πατέρα αὐτῶν

26. καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι υἱός σου Iωσηφ ζῇ καὶ αὐτὸς ἄρχει πάσης γῆς Aἰγύπτου καὶ ἐξέστη διάνοια Iακωβ οὐ γὰρ ἐπίστευσεν αὐτοῖς

27. ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ Iωσηφ ὅσα εἶπεν αὐτοῖς ἰδὼν δὲ τὰς ἁμάξας ἂς ἀπέστειλεν Iωσηφ ὥστε ἀναλαβεῖν αὐτόν ἀνεζωπύρησεν τὸ πνεῦμα Iακωβ τοῦ πατρὸς αὐτῶν

28. εἶπεν δὲ Iσραηλ μέγα μοί ἐστιν εἰ ἔτι Iωσηφ υἱός μου ζῇ πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με















Parse Information
Hover over the lovely Greek words to see parse information.