LXX Genesis 41
Widgets to be programmed here




1. ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν *φαραω εἶδεν ἐνύπνιον ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ

2. καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐβόσκοντο ἐν τῷ ἄχει

3. ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ

4. καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶν τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτάς ἠγέρθη δὲ *φαραω

5. καὶ ἐνυπνιάσθη τὸ δεύτερον καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί

6. ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ' αὐτούς

7. καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις ἠγέρθη δὲ *φαραω καὶ ἦν ἐνύπνιον

8. ἐγένετο δὲ πρωὶ καὶ ἐταράχθη ψυχὴ αὐτοῦ καὶ ἀποστείλας ἐκάλεσεν πάντας τοὺς ἐξηγητὰς Aἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς καὶ διηγήσατο αὐτοῖς *φαραω τὸ ἐνύπνιον καὶ οὐκ ἦν ἀπαγγέλλων αὐτὸ τῷ *φαραω

9. καὶ ἐλάλησεν ἀρχιοινοχόος πρὸς *φαραω λέγων τὴν ἁμαρτίαν μου ἀναμιμνῄσκω σήμερον

10. *φαραω ὠργίσθη τοῖς παισὶν αὐτοῦ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν

11. καὶ εἴδομεν ἐνύπνιον ἐν νυκτὶ μιᾷ ἐγώ τε καὶ αὐτός ἕκαστος κατὰ τὸ αὑτοῦ ἐνύπνιον εἴδομεν

12. ἦν δὲ ἐκεῖ μεθ' ἡμῶν νεανίσκος παῖς Eβραῖος τοῦ ἀρχιμαγείρου καὶ διηγησάμεθα αὐτῷ καὶ συνέκρινεν ἡμῖν

13. ἐγενήθη δὲ καθὼς συνέκρινεν ἡμῖν οὕτως καὶ συνέβη ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου ἐκεῖνον δὲ κρεμασθῆναι

14. ἀποστείλας δὲ *φαραω ἐκάλεσεν τὸν Iωσηφ καὶ ἐξήγαγον αὐτὸν ἐκ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ καὶ ἦλθεν πρὸς *φαραω

15. εἶπεν δὲ *φαραω τῷ Iωσηφ ἐνύπνιον ἑώρακα καὶ συγκρίνων οὐκ ἔστιν αὐτό ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά

16. ἀποκριθεὶς δὲ Iωσηφ τῷ *φαραω εἶπεν ἄνευ τοῦ θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον *φαραω

17. ἐλάλησεν δὲ *φαραω τῷ Iωσηφ λέγων ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ

18. καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο ἐν τῷ ἄχει

19. καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Aἰγύπτῳ αἰσχροτέρας

20. καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς

21. καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ αἱ ὄψεις αὐτῶν αἰσχραὶ καθὰ καὶ τὴν ἀρχήν ἐξεγερθεὶς δὲ ἐκοιμήθην

22. καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί

23. ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν

24. καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις εἶπα οὖν τοῖς ἐξηγηταῖς καὶ οὐκ ἦν ἀπαγγέλλων μοι

25. καὶ εἶπεν Iωσηφ τῷ *φαραω τὸ ἐνύπνιον *φαραω ἕν ἐστιν ὅσα θεὸς ποιεῖ ἔδειξεν τῷ *φαραω

26. αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστίν τὸ ἐνύπνιον *φαραω ἕν ἐστιν

27. καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμοῦ

28. τὸ δὲ ῥῆμα εἴρηκα *φαραω ὅσα θεὸς ποιεῖ ἔδειξεν τῷ *φαραω

29. ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Aἰγύπτῳ

30. ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα καὶ ἐπιλήσονται τῆς πλησμονῆς ἐν ὅλῃ γῇ Aἰγύπτῳ καὶ ἀναλώσει λιμὸς τὴν γῆν

31. καὶ οὐκ ἐπιγνωσθήσεται εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα ἰσχυρὸς γὰρ ἔσται σφόδρα

32. περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον *φαραω δίς ὅτι ἀληθὲς ἔσται τὸ ῥῆμα τὸ παρὰ τοῦ θεοῦ καὶ ταχυνεῖ θεὸς τοῦ ποιῆσαι αὐτό

33. νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Aἰγύπτου

34. καὶ ποιησάτω *φαραω καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γενήματα τῆς γῆς Aἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας

35. καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων καὶ συναχθήτω σῖτος ὑπὸ χεῖρα *φαραω βρώματα ἐν ταῖς πόλεσιν φυλαχθήτω

36. καὶ ἔσται τὰ βρώματα πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔσονται ἐν γῇ Aἰγύπτῳ καὶ οὐκ ἐκτριβήσεται γῆ ἐν τῷ λιμῷ

37. ἤρεσεν δὲ τὰ ῥήματα ἐναντίον *φαραω καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ

38. καὶ εἶπεν *φαραω πᾶσιν τοῖς παισὶν αὐτοῦ μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον ὃς ἔχει πνεῦμα θεοῦ ἐν αὐτῷ

39. εἶπεν δὲ *φαραω τῷ Iωσηφ ἐπειδὴ ἔδειξεν θεός σοι πάντα ταῦτα οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου

40. σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς λαός μου πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ

41. εἶπεν δὲ *φαραω τῷ Iωσηφ ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσης γῆς Aἰγύπτου

42. καὶ περιελόμενος *φαραω τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ περιέθηκεν αὐτὸν ἐπὶ τὴν χεῖρα Iωσηφ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυςίνην καὶ περιέθηκεν κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ

43. καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κῆρυξ καὶ κατέστησεν αὐτὸν ἐφ' ὅλης γῆς Aἰγύπτου

44. εἶπεν δὲ *φαραω τῷ Iωσηφ ἐγὼ *φαραω ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐθεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσῃ γῇ Aἰγύπτου

45. καὶ ἐκάλεσεν *φαραω τὸ ὄνομα Iωσηφ *ψονθομφανηχ καὶ ἔδωκεν αὐτῷ τὴν Aσεννεθ θυγατέρα *πετεφρη ἱερέως Ἡλίου πόλεως αὐτῷ γυναῖκα

46. Iωσηφ δὲ ἦν ἐτῶν τριάκοντα ὅτε ἔστη ἐναντίον *φαραω βασιλέως Aἰγύπτου ἐξῆλθεν δὲ Iωσηφ ἐκ προσώπου *φαραω καὶ διῆλθεν πᾶσαν γῆν Aἰγύπτου

47. καὶ ἐποίησεν γῆ ἐν τοῖς ἑπτὰ ἔτεσιν τῆς εὐθηνίας δράγματα

48. καὶ συνήγαγεν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν ἐν οἷς ἦν εὐθηνία ἐν γῇ Aἰγύπτου καὶ ἔθηκεν τὰ βρώματα ἐν ταῖς πόλεσιν βρώματα τῶν πεδίων τῆς πόλεως τῶν κύκλῳ αὐτῆς ἔθηκεν ἐν αὐτῇ

49. καὶ συνήγαγεν Iωσηφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάςης πολὺν σφόδρα ἕως οὐκ ἠδύναντο ἀριθμῆσαι οὐ γὰρ ἦν ἀριθμός

50. τῷ δὲ Iωσηφ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ οὓς ἔτεκεν αὐτῷ Aσεννεθ θυγάτηρ *πετεφρη ἱερέως Ἡλίου πόλεως

51. ἐκάλεσεν δὲ Iωσηφ τὸ ὄνομα τοῦ πρωτοτόκου *μαναςη ὅτι ἐπιλαθέσθαι με ἐποίησεν θεὸς πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρός μου

52. τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Eφραιμ ὅτι ηὔξησέν με θεὸς ἐν γῇ ταπεινώσεώς μου

53. παρῆλθον δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας ἐγένοντο ἐν γῇ Aἰγύπτῳ

54. καὶ ἤρξαντο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι καθὰ εἶπεν Iωσηφ καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ ἐν δὲ πάσῃ γῇ Aἰγύπτου ἦσαν ἄρτοι

55. καὶ ἐπείνασεν πᾶσα γῆ Aἰγύπτου ἐκέκραξεν δὲ λαὸς πρὸς *φαραω περὶ ἄρτων εἶπεν δὲ *φαραω πᾶσι τοῖς Aἰγυπτίοις πορεύεσθε πρὸς Iωσηφ καὶ ἐὰν εἴπῃ ὑμῖν ποιήσατε

56. καὶ λιμὸς ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς ἀνέῳξεν δὲ Iωσηφ πάντας τοὺς σιτοβολῶνας καὶ ἐπώλει πᾶσι τοῖς Aἰγυπτίοις

57. καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Aἴγυπτον ἀγοράζειν πρὸς Iωσηφ ἐπεκράτησεν γὰρ λιμὸς ἐν πάσῃ τῇ γῇ















Parse Information
Hover over the lovely Greek words to see parse information.