LXX Genesis 38
Widgets to be programmed here




1. ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ κατέβη Iουδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα Oδολλαμίτην ὄνομα Iρας

2. καὶ εἶδεν ἐκεῖ Iουδας θυγατέρα ἀνθρώπου *χαναναίου ὄνομα *σαυα καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθεν πρὸς αὐτήν

3. καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ

4. καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Aυναν

5. καὶ προσθεῖσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ *σηλωμ αὐτὴ δὲ ἦν ἐν *χασβι ἡνίκα ἔτεκεν αὐτούς

6. καὶ ἔλαβεν Iουδας γυναῖκα τῷ πρωτοτόκῳ αὐτοῦ ὄνομα *θαμαρ

7. ἐγένετο δὲ πρωτότοκος Iουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτὸν θεός

8. εἶπεν δὲ Iουδας τῷ Aυναν εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ γάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου

9. γνοὺς δὲ Aυναν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ

10. πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ θεοῦ ὅτι ἐποίησεν τοῦτο καὶ ἐθανάτωσεν καὶ τοῦτον

11. εἶπεν δὲ Iουδας *θαμαρ τῇ νύμφῃ αὐτοῦ κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται *σηλωμ υἱός μου εἶπεν γάρ μήποτε ἀποθάνῃ καὶ οὗτος ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ ἀπελθοῦσα δὲ *θαμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς

12. ἐπληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανεν *σαυα γυνὴ Iουδα καὶ παρακληθεὶς Iουδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτοῦ αὐτὸς καὶ Iρας ποιμὴν αὐτοῦ Oδολλαμίτης εἰς *θαμνα

13. καὶ ἀπηγγέλη *θαμαρ τῇ νύμφῃ αὐτοῦ λέγοντες ἰδοὺ πενθερός σου ἀναβαίνει εἰς *θαμνα κεῖραι τὰ πρόβατα αὐτοῦ

14. καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ' ἑαυτῆς περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισεν πρὸς ταῖς πύλαις Aιναν ἐστιν ἐν παρόδῳ *θαμνα εἶδεν γὰρ ὅτι μέγας γέγονεν *σηλωμ αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα

15. καὶ ἰδὼν αὐτὴν Iουδας ἔδοξεν αὐτὴν πόρνην εἶναι κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς καὶ οὐκ ἐπέγνω αὐτήν

16. ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ ἔασόν με εἰσελθεῖν πρὸς σέ οὐ γὰρ ἔγνω ὅτι νύμφη αὐτοῦ ἐστιν δὲ εἶπεν τί μοι δώσεις ἐὰν εἰσέλθῃς πρός με

17. δὲ εἶπεν ἐγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων δὲ εἶπεν ἐὰν δῷς ἀρραβῶνα ἕως τοῦ ἀποστεῖλαί σε

18. δὲ εἶπεν τίνα τὸν ἀρραβῶνά σοι δώσω δὲ εἶπεν τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου καὶ ἔδωκεν αὐτῇ καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ

19. καὶ ἀναστᾶσα ἀπῆλθεν καὶ περιείλατο τὸ θέριστρον ἀφ' ἑαυτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς

20. ἀπέστειλεν δὲ Iουδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ Oδολλαμίτου κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός καὶ οὐχ εὗρεν αὐτήν

21. ἐπηρώτησεν δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου ποῦ ἐστιν πόρνη γενομένη ἐν Aιναν ἐπὶ τῆς ὁδοῦ καὶ εἶπαν οὐκ ἦν ἐνταῦθα πόρνη

22. καὶ ἀπεστράφη πρὸς Iουδαν καὶ εἶπεν οὐχ εὗρον καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσιν μὴ εἶναι ὧδε πόρνην

23. εἶπεν δὲ Iουδας ἐχέτω αὐτά ἀλλὰ μήποτε καταγελασθῶμεν ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον σὺ δὲ οὐχ εὕρηκας

24. ἐγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τῷ Iουδα λέγοντες ἐκπεπόρνευκεν *θαμαρ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας εἶπεν δὲ Iουδας ἐξαγάγετε αὐτήν καὶ κατακαυθήτω

25. αὐτὴ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα ἐκ τοῦ ἀνθρώπου τίνος ταῦτά ἐστιν ἐγὼ ἐν γαστρὶ ἔχω καὶ εἶπεν ἐπίγνωθι τίνος δακτύλιος καὶ ὁρμίσκος καὶ ῥάβδος αὕτη

26. ἐπέγνω δὲ Iουδας καὶ εἶπεν δεδικαίωται *θαμαρ ἐγώ οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν *σηλωμ τῷ υἱῷ μου καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν

27. ἐγένετο δὲ ἡνίκα ἔτικτεν καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς

28. ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν εἷς προεξήνεγκεν τὴν χεῖρα λαβοῦσα δὲ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα οὗτος ἐξελεύσεται πρότερος

29. ὡς δὲ ἐπισυνήγαγεν τὴν χεῖρα καὶ εὐθὺς ἐξῆλθεν ἀδελφὸς αὐτοῦ δὲ εἶπεν τί διεκόπη διὰ σὲ φραγμός καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ *φαρες

30. καὶ μετὰ τοῦτο ἐξῆλθεν ἀδελφὸς αὐτοῦ ἐφ' ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ *ζαρα















Parse Information
Hover over the lovely Greek words to see parse information.