LXX Genesis 36
Widgets to be programmed here




1. αὗται δὲ αἱ γενέσεις Hσαυ αὐτός ἐστιν Eδωμ

2. Hσαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν *χαναναίων τὴν Aδα θυγατέρα Aιλων τοῦ *χετταίου καὶ τὴν Eλιβεμα θυγατέρα Aνα τοῦ υἱοῦ *σεβεγων τοῦ Eυαίου

3. καὶ τὴν *βασεμμαθ θυγατέρα Iσμαηλ ἀδελφὴν *ναβαιωθ

4. ἔτεκεν δὲ Aδα τῷ Hσαυ τὸν Eλιφας καὶ *βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ

5. καὶ Eλιβεμα ἔτεκεν τὸν Iεους καὶ τὸν Iεγλομ καὶ τὸν *κορε οὗτοι υἱοὶ Hσαυ οἳ ἐγένοντο αὐτῷ ἐν γῇ *χανααν

6. ἔλαβεν δὲ Hσαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ *χανααν καὶ ἐπορεύθη ἐκ γῆς *χανααν ἀπὸ προσώπου Iακωβ τοῦ ἀδελφοῦ αὐτοῦ

7. ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα καὶ οὐκ ἐδύνατο γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν

8. ᾤκησεν δὲ Hσαυ ἐν τῷ ὄρει *σηιρ Hσαυ αὐτός ἐστιν Eδωμ

9. αὗται δὲ αἱ γενέσεις Hσαυ πατρὸς Eδωμ ἐν τῷ ὄρει *σηιρ

10. καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Hσαυ Eλιφας υἱὸς Aδας γυναικὸς Hσαυ καὶ Ραγουηλ υἱὸς *βασεμμαθ γυναικὸς Hσαυ

11. ἐγένοντο δὲ υἱοὶ Eλιφας *θαιμαν Ωμαρ *σωφαρ *γοθομ καὶ *κενεζ

12. *θαμνα δὲ ἦν παλλακὴ Eλιφας τοῦ υἱοῦ Hσαυ καὶ ἔτεκεν τῷ Eλιφας τὸν Aμαληκ οὗτοι υἱοὶ Aδας γυναικὸς Hσαυ

13. οὗτοι δὲ υἱοὶ Ραγουηλ *ναχοθ *ζαρε *σομε καὶ *μοζε οὗτοι ἦσαν υἱοὶ *βασεμμαθ γυναικὸς Hσαυ

14. οὗτοι δὲ ἦσαν υἱοὶ Eλιβεμας θυγατρὸς Aνα τοῦ υἱοῦ *σεβεγων γυναικὸς Hσαυ ἔτεκεν δὲ τῷ Hσαυ τὸν Iεους καὶ τὸν Iεγλομ καὶ τὸν *κορε

15. οὗτοι ἡγεμόνες υἱοὶ Hσαυ υἱοὶ Eλιφας πρωτοτόκου Hσαυ ἡγεμὼν *θαιμαν ἡγεμὼν Ωμαρ ἡγεμὼν *σωφαρ ἡγεμὼν *κενεζ

16. ἡγεμὼν *κορε ἡγεμὼν *γοθομ ἡγεμὼν Aμαληκ οὗτοι ἡγεμόνες Eλιφας ἐν γῇ Iδουμαίᾳ οὗτοι υἱοὶ Aδας

17. καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Hσαυ ἡγεμὼν *ναχοθ ἡγεμὼν *ζαρε ἡγεμὼν *σομε ἡγεμὼν *μοζε οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Eδωμ οὗτοι υἱοὶ *βασεμμαθ γυναικὸς Hσαυ

18. οὗτοι δὲ υἱοὶ Eλιβεμας γυναικὸς Hσαυ ἡγεμὼν Iεους ἡγεμὼν Iεγλομ ἡγεμὼν *κορε οὗτοι ἡγεμόνες Eλιβεμας

19. οὗτοι υἱοὶ Hσαυ καὶ οὗτοι ἡγεμόνες αὐτῶν οὗτοί εἰσιν υἱοὶ Eδωμ

20. οὗτοι δὲ υἱοὶ *σηιρ τοῦ *χορραίου τοῦ κατοικοῦντος τὴν γῆν *λωταν *σωβαλ *σεβεγων Aνα

21. καὶ *δησων καὶ Aσαρ καὶ Ρισων οὗτοι ἡγεμόνες τοῦ *χορραίου τοῦ υἱοῦ *σηιρ ἐν τῇ γῇ Eδωμ

22. ἐγένοντο δὲ υἱοὶ *λωταν *χορρι καὶ Aιμαν ἀδελφὴ δὲ *λωταν *θαμνα

23. οὗτοι δὲ υἱοὶ *σωβαλ *γωλων καὶ *μαναχαθ καὶ *γαιβηλ *σωφ καὶ Ωμαν

24. καὶ οὗτοι υἱοὶ *σεβεγων Aιε καὶ Ωναν οὗτός ἐστιν Ωνας ὃς εὗρεν τὸν Iαμιν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμεν τὰ ὑποζύγια *σεβεγων τοῦ πατρὸς αὐτοῦ

25. οὗτοι δὲ υἱοὶ Aνα *δησων καὶ Eλιβεμα θυγάτηρ Aνα

26. οὗτοι δὲ υἱοὶ *δησων Aμαδα καὶ Aσβαν καὶ Iεθραν καὶ *χαρραν

27. οὗτοι δὲ υἱοὶ Aσαρ *βαλααν καὶ *ζουκαμ καὶ Iωυκαμ καὶ Oυκαν

28. οὗτοι δὲ υἱοὶ Ρισων Ως καὶ Aραμ

29. οὗτοι ἡγεμόνες *χορρι ἡγεμὼν *λωταν ἡγεμὼν *σωβαλ ἡγεμὼν *σεβεγων ἡγεμὼν Aνα

30. ἡγεμὼν *δησων ἡγεμὼν Aσαρ ἡγεμὼν Ρισων οὗτοι ἡγεμόνες *χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Eδωμ

31. καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Eδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Iσραηλ

32. καὶ ἐβασίλευσεν ἐν Eδωμ *βαλακ υἱὸς τοῦ *βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ *δενναβα

33. ἀπέθανεν δὲ *βαλακ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Iωβαβ υἱὸς *ζαρα ἐκ *βοσορρας

34. ἀπέθανεν δὲ Iωβαβ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Aσομ ἐκ τῆς γῆς *θαιμανων

35. ἀπέθανεν δὲ Aσομ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Aδαδ υἱὸς *βαραδ ἐκκόψας *μαδιαμ ἐν τῷ πεδίῳ *μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ *γεθθαιμ

36. ἀπέθανεν δὲ Aδαδ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ *σαμαλα ἐκ *μασεκκας

37. ἀπέθανεν δὲ *σαμαλα καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ *σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν

38. ἀπέθανεν δὲ *σαουλ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ *βαλαεννων υἱὸς Aχοβωρ

39. ἀπέθανεν δὲ *βαλαεννων υἱὸς Aχοβωρ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Aραδ υἱὸς *βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ *φογωρ ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ *μαιτεβεηλ θυγάτηρ *ματραιθ υἱοῦ *μαιζοοβ

40. ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Hσαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν ἡγεμὼν *θαμνα ἡγεμὼν *γωλα ἡγεμὼν Iεθερ

41. ἡγεμὼν Eλιβεμας ἡγεμὼν Hλας ἡγεμὼν *φινων

42. ἡγεμὼν *κενεζ ἡγεμὼν *θαιμαν ἡγεμὼν *μαζαρ

43. ἡγεμὼν *μεγεδιηλ ἡγεμὼν *ζαφωιμ οὗτοι ἡγεμόνες Eδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν οὗτος Hσαυ πατὴρ Eδωμ















Parse Information
Hover over the lovely Greek words to see parse information.