LXX Genesis 35
Widgets to be programmed here




1. εἶπεν δὲ θεὸς πρὸς Iακωβ ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον *βαιθηλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Hσαυ τοῦ ἀδελφοῦ σου

2. εἶπεν δὲ Iακωβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ' αὐτοῦ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ' ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν

3. καὶ ἀναστάντες ἀναβῶμεν εἰς *βαιθηλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως ὃς ἦν μετ' ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ ἐπορεύθην

4. καὶ ἔδωκαν τῷ Iακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ κατέκρυψεν αὐτὰ Iακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν *σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας

5. καὶ ἐξῆρεν Iσραηλ ἐκ *σικιμων καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Iσραηλ

6. ἦλθεν δὲ Iακωβ εἰς *λουζα ἐστιν ἐν γῇ *χανααν ἐστιν *βαιθηλ αὐτὸς καὶ πᾶς λαός ὃς ἦν μετ' αὐτοῦ

7. καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου *βαιθηλ ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Hσαυ τοῦ ἀδελφοῦ αὐτοῦ

8. ἀπέθανεν δὲ *δεββωρα τροφὸς Ρεβεκκας κατώτερον *βαιθηλ ὑπὸ τὴν βάλανον καὶ ἐκάλεσεν Iακωβ τὸ ὄνομα αὐτῆς *βάλανος πένθους

9. ὤφθη δὲ θεὸς Iακωβ ἔτι ἐν *λουζα ὅτε παρεγένετο ἐκ *μεσοποταμίας τῆς *συρίας καὶ ηὐλόγησεν αὐτὸν θεός

10. καὶ εἶπεν αὐτῷ θεός τὸ ὄνομά σου Iακωβ οὐ κληθήσεται ἔτι Iακωβ ἀλλ' Iσραηλ ἔσται τὸ ὄνομά σου

11. εἶπεν δὲ αὐτῷ θεός ἐγὼ θεός σου αὐξάνου καὶ πληθύνου ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται

12. καὶ τὴν γῆν ἣν δέδωκα Aβρααμ καὶ Iσαακ σοὶ δέδωκα αὐτήν σοὶ ἔσται καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην

13. ἀνέβη δὲ θεὸς ἀπ' αὐτοῦ ἐκ τοῦ τόπου οὗ ἐλάλησεν μετ' αὐτοῦ

14. καὶ ἔστησεν Iακωβ στήλην ἐν τῷ τόπῳ ἐλάλησεν μετ' αὐτοῦ στήλην λιθίνην καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ' αὐτὴν ἔλαιον

15. καὶ ἐκάλεσεν Iακωβ τὸ ὄνομα τοῦ τόπου ἐν ἐλάλησεν μετ' αὐτοῦ ἐκεῖ θεός *βαιθηλ

16. ἀπάρας δὲ Iακωβ ἐκ *βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου *γαδερ ἐγένετο δὲ ἡνίκα ἤγγισεν *χαβραθα εἰς γῆν ἐλθεῖν Eφραθα ἔτεκεν Ραχηλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ

17. ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ μαῖα θάρσει καὶ γὰρ οὗτός σοί ἐστιν υἱός

18. ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν ἀπέθνῃσκεν γάρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου δὲ πατὴρ ἐκάλεσεν αὐτὸν *βενιαμιν

19. ἀπέθανεν δὲ Ραχηλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ Eφραθα αὕτη ἐστὶν *βηθλεεμ

20. καὶ ἔστησεν Iακωβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς αὕτη ἐστὶν στήλη μνημείου Ραχηλ ἕως τῆς σήμερον ἡμέρας

22. ἐγένετο δὲ ἡνίκα κατῴκησεν Iσραηλ ἐν τῇ γῇ ἐκείνῃ ἐπορεύθη Ρουβην καὶ ἐκοιμήθη μετὰ *βαλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ καὶ ἤκουσεν Iσραηλ καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ ἦσαν δὲ οἱ υἱοὶ Iακωβ δώδεκα

23. υἱοὶ *λειας πρωτότοκος Iακωβ Ρουβην *συμεων *λευι Iουδας Iςαχαρ *ζαβουλων

24. υἱοὶ δὲ Ραχηλ Iωσηφ καὶ *βενιαμιν

25. υἱοὶ δὲ *βαλλας παιδίσκης Ραχηλ *δαν καὶ *νεφθαλι

26. υἱοὶ δὲ *ζελφας παιδίσκης *λειας *γαδ καὶ Aσηρ οὗτοι υἱοὶ Iακωβ οἳ ἐγένοντο αὐτῷ ἐν *μεσοποταμίᾳ τῆς *συρίας

27. ἦλθεν δὲ Iακωβ πρὸς Iσαακ τὸν πατέρα αὐτοῦ εἰς *μαμβρη εἰς πόλιν τοῦ πεδίου αὕτη ἐστὶν *χεβρων ἐν γῇ *χανααν οὗ παρῴκησεν Aβρααμ καὶ Iσαακ

28. ἐγένοντο δὲ αἱ ἡμέραι Iσαακ ἂς ἔζησεν ἔτη ἑκατὸν ὀγδοήκοντα

29. καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν καὶ ἔθαψαν αὐτὸν Hσαυ καὶ Iακωβ οἱ υἱοὶ αὐτοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.