LXX Genesis 32
Widgets to be programmed here




1. ἀναστὰς δὲ *λαβαν τὸ πρωὶ κατεφίλησεν τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς καὶ ἀποστραφεὶς *λαβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ

2. καὶ Iακωβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδόν καὶ ἀναβλέψας εἶδεν παρεμβολὴν θεοῦ παρεμβεβληκυῖαν καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ θεοῦ

3. εἶπεν δὲ Iακωβ ἡνίκα εἶδεν αὐτούς *παρεμβολὴ θεοῦ αὕτη καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου *παρεμβολαί

4. ἀπέστειλεν δὲ Iακωβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Hσαυ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν *σηιρ εἰς χώραν Eδωμ

5. καὶ ἐνετείλατο αὐτοῖς λέγων οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Hσαυ οὕτως λέγει παῖς σου Iακωβ μετὰ *λαβαν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν

6. καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Hσαυ ἵνα εὕρῃ παῖς σου χάριν ἐναντίον σου

7. καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Iακωβ λέγοντες ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Hσαυ καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ

8. ἐφοβήθη δὲ Iακωβ σφόδρα καὶ ἠπορεῖτο καὶ διεῖλεν τὸν λαὸν τὸν μετ' αὐτοῦ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς

9. καὶ εἶπεν Iακωβ ἐὰν ἔλθῃ Hσαυ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν ἔσται παρεμβολὴ δευτέρα εἰς τὸ σῴζεσθαι

10. εἶπεν δὲ Iακωβ θεὸς τοῦ πατρός μου Aβρααμ καὶ θεὸς τοῦ πατρός μου Iσαακ κύριε εἴπας μοι ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σε ποιήσω

11. ἱκανοῦταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας ἧς ἐποίησας τῷ παιδί σου ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Iορδάνην τοῦτον νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς

12. ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Hσαυ ὅτι φοβοῦμαι ἐγὼ αὐτόν μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις

13. σὺ δὲ εἶπας καλῶς εὖ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάςης οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους

14. καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα καὶ ἐξαπέστειλεν Hσαυ τῷ ἀδελφῷ αὐτοῦ

15. αἶγας διακοσίας τράγους εἴκοσι πρόβατα διακόσια κριοὺς εἴκοσι

16. καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα βόας τεςαράκοντα ταύρους δέκα ὄνους εἴκοσι καὶ πώλους δέκα

17. καὶ ἔδωκεν διὰ χειρὸς τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης

18. καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων ἐάν σοι συναντήσῃ Hσαυ ἀδελφός μου καὶ ἐρωτᾷ σε λέγων τίνος εἶ καὶ ποῦ πορεύῃ καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου

19. ἐρεῖς τοῦ παιδός σου Iακωβ δῶρα ἀπέσταλκεν τῷ κυρίῳ μου Hσαυ καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν

20. καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Hσαυ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν

21. καὶ ἐρεῖτε ἰδοὺ παῖς σου Iακωβ παραγίνεται ὀπίσω ἡμῶν εἶπεν γάρ ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου

22. καὶ παρεπορεύοντο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ

23. ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Iαβοκ

24. καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασεν πάντα τὰ αὐτοῦ

25. ὑπελείφθη δὲ Iακωβ μόνος καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωί

26. εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Iακωβ ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ

27. καὶ εἶπεν αὐτῷ ἀπόστειλόν με ἀνέβη γὰρ ὄρθρος δὲ εἶπεν οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσῃς

28. εἶπεν δὲ αὐτῷ τί τὸ ὄνομά σού ἐστιν δὲ εἶπεν Iακωβ

29. εἶπεν δὲ αὐτῷ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Iακωβ ἀλλὰ Iσραηλ ἔσται τὸ ὄνομά σου ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός

30. ἠρώτησεν δὲ Iακωβ καὶ εἶπεν ἀνάγγειλόν μοι τὸ ὄνομά σου καὶ εἶπεν ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ

31. καὶ ἐκάλεσεν Iακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Eἶδος θεοῦ εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ψυχή

32. ἀνέτειλεν δὲ αὐτῷ ἥλιος ἡνίκα παρῆλθεν τὸ Eἶδος τοῦ θεοῦ αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ

33. ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Iσραηλ τὸ νεῦρον ἐνάρκησεν ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ ἕως τῆς ἡμέρας ταύτης ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Iακωβ τοῦ νεύρου καὶ ἐνάρκησεν















Parse Information
Hover over the lovely Greek words to see parse information.