LXX Genesis 31
Widgets to be programmed here




1. ἤκουσεν δὲ Iακωβ τὰ ῥήματα τῶν υἱῶν *λαβαν λεγόντων εἴληφεν Iακωβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκεν πᾶσαν τὴν δόξαν ταύτην

2. καὶ εἶδεν Iακωβ τὸ πρόσωπον τοῦ *λαβαν καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν

3. εἶπεν δὲ κύριος πρὸς Iακωβ ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου καὶ ἔσομαι μετὰ σοῦ

4. ἀποστείλας δὲ Iακωβ ἐκάλεσεν Ραχηλ καὶ *λειαν εἰς τὸ πεδίον οὗ τὰ ποίμνια

5. καὶ εἶπεν αὐταῖς ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστιν πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν δὲ θεὸς τοῦ πατρός μου ἦν μετ' ἐμοῦ

6. καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύι μου δεδούλευκα τῷ πατρὶ ὑμῶν

7. δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξεν τὸν μισθόν μου τῶν δέκα ἀμνῶν καὶ οὐκ ἔδωκεν αὐτῷ θεὸς κακοποιῆσαί με

8. ἐὰν οὕτως εἴπῃ τὰ ποικίλα ἔσται σου μισθός καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα ἐὰν δὲ εἴπῃ τὰ λευκὰ ἔσται σου μισθός καὶ τέξεται πάντα τὰ πρόβατα λευκά

9. καὶ ἀφείλατο θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέν μοι αὐτά

10. καὶ ἐγένετο ἡνίκα ἐνεκίςων τὰ πρόβατα καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί

11. καὶ εἶπέν μοι ἄγγελος τοῦ θεοῦ καθ' ὕπνον Iακωβ ἐγὼ δὲ εἶπα τί ἐστιν

12. καὶ εἶπεν ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς ἑώρακα γὰρ ὅσα σοι *λαβαν ποιεῖ

13. ἐγώ εἰμι θεὸς ὀφθείς σοι ἐν τόπῳ θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ ἔσομαι μετὰ σοῦ

14. καὶ ἀποκριθεῖσα Ραχηλ καὶ *λεια εἶπαν αὐτῷ μὴ ἔστιν ἡμῖν ἔτι μερὶς κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν

15. οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ πέπρακεν γὰρ ἡμᾶς καὶ κατέφαγεν καταβρώσει τὸ ἀργύριον ἡμῶν

16. πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν ἣν ἀφείλατο θεὸς τοῦ πατρὸς ἡμῶν ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν νῦν οὖν ὅσα εἴρηκέν σοι θεός ποίει

17. ἀναστὰς δὲ Iακωβ ἔλαβεν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους

18. καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ ἣν περιεποιήσατο ἐν τῇ *μεσοποταμίᾳ καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς Iσαακ τὸν πατέρα αὐτοῦ εἰς γῆν *χανααν

19. *λαβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ ἔκλεψεν δὲ Ραχηλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς

20. ἔκρυψεν δὲ Iακωβ *λαβαν τὸν *σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει

21. καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος *γαλααδ

22. ἀνηγγέλη δὲ *λαβαν τῷ *σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Iακωβ

23. καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ' ἑαυτοῦ ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει τῷ *γαλααδ

24. ἦλθεν δὲ θεὸς πρὸς *λαβαν τὸν *σύρον καθ' ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ φύλαξαι σεαυτόν μήποτε λαλήσῃς μετὰ Iακωβ πονηρά

25. καὶ κατέλαβεν *λαβαν τὸν Iακωβ Iακωβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει *λαβαν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει *γαλααδ

26. εἶπεν δὲ *λαβαν τῷ Iακωβ τί ἐποίησας ἵνα τί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ

27. καὶ εἰ ἀνήγγειλάς μοι ἐξαπέστειλα ἄν σε μετ' εὐφροσύνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ κιθάρας

28. οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου νῦν δὲ ἀφρόνως ἔπραξας

29. καὶ νῦν ἰσχύει χείρ μου κακοποιῆσαί σε δὲ θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπεν πρός με λέγων φύλαξαι σεαυτόν μήποτε λαλήσῃς μετὰ Iακωβ πονηρά

30. νῦν οὖν πεπόρευσαι ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου ἵνα τί ἔκλεψας τοὺς θεούς μου

31. ἀποκριθεὶς δὲ Iακωβ εἶπεν τῷ *λαβαν εἶπα γάρ μήποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ' ἐμοῦ καὶ πάντα τὰ ἐμά

32. ἐπίγνωθι τί ἐστιν τῶν σῶν παρ' ἐμοί καὶ λαβέ καὶ οὐκ ἐπέγνω παρ' αὐτῷ οὐθέν καὶ εἶπεν αὐτῷ Iακωβ παρ' ἐὰν εὕρῃς τοὺς θεούς σου οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν οὐκ ᾔδει δὲ Iακωβ ὅτι Ραχηλ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς

33. εἰσελθὼν δὲ *λαβαν ἠρεύνησεν εἰς τὸν οἶκον *λειας καὶ οὐχ εὗρεν καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου *λειας ἠρεύνησεν τὸν οἶκον Iακωβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν εἰσῆλθεν δὲ καὶ εἰς τὸν οἶκον Ραχηλ

34. Ραχηλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς

35. καὶ εἶπεν τῷ πατρὶ αὐτῆς μὴ βαρέως φέρε κύριε οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου ὅτι τὸ κατ' ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν ἠρεύνησεν δὲ *λαβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρεν τὰ εἴδωλα

36. ὠργίσθη δὲ Iακωβ καὶ ἐμαχέσατο τῷ *λαβαν ἀποκριθεὶς δὲ Iακωβ εἶπεν τῷ *λαβαν τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου ὅτι κατεδίωξας ὀπίσω μου

37. καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν μου καὶ τῶν ἀδελφῶν σου καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν

38. ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον

39. θηριάλωτον οὐκ ἀνενήνοχά σοι ἐγὼ ἀπετίννυον παρ' ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός

40. ἐγινόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ παγετῷ τῆς νυκτός καὶ ἀφίστατο ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου

41. ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου ἐδούλευσά σοι δέκα τέςαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν

42. εἰ μὴ θεὸς τοῦ πατρός μου Aβρααμ καὶ φόβος Iσαακ ἦν μοι νῦν ἂν κενόν με ἐξαπέστειλας τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν θεὸς καὶ ἤλεγξέν σε ἐχθές

43. ἀποκριθεὶς δὲ *λαβαν εἶπεν τῷ Iακωβ αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ υἱοὶ υἱοί μου καὶ τὰ κτήνη κτήνη μου καὶ πάντα ὅσα σὺ ὁρᾷς ἐμά ἐστιν καὶ τῶν θυγατέρων μου τί ποιήσω ταύταις σήμερον τοῖς τέκνοις αὐτῶν οἷς ἔτεκον

44. νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ εἶπεν δὲ αὐτῷ ἰδοὺ οὐθεὶς μεθ' ἡμῶν ἐστιν ἰδὲ θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ

45. λαβὼν δὲ Iακωβ λίθον ἔστησεν αὐτὸν στήλην

46. εἶπεν δὲ Iακωβ τοῖς ἀδελφοῖς αὐτοῦ συλλέγετε λίθους καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν καὶ ἔφαγον καὶ ἔπιον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ καὶ εἶπεν αὐτῷ *λαβαν βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον

47. καὶ ἐκάλεσεν αὐτὸν *λαβαν *βουνὸς τῆς μαρτυρίας Iακωβ δὲ ἐκάλεσεν αὐτὸν *βουνὸς μάρτυς

48. εἶπεν δὲ *λαβαν τῷ Iακωβ ἰδοὺ βουνὸς οὗτος καὶ στήλη αὕτη ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ μαρτυρεῖ βουνὸς οὗτος καὶ μαρτυρεῖ στήλη αὕτη διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ *βουνὸς μαρτυρεῖ

49. καὶ ὅρασις ἣν εἶπεν ἐπίδοι θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ τοῦ ἑτέρου

50. εἰ ταπεινώσεις τὰς θυγατέρας μου εἰ λήμψῃ γυναῖκας ἐπὶ ταῖς θυγατράσιν μου ὅρα οὐθεὶς μεθ' ἡμῶν ἐστιν

52. ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ

53. θεὸς Aβρααμ καὶ θεὸς *ναχωρ κρινεῖ ἀνὰ μέσον ἡμῶν καὶ ὤμοσεν Iακωβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Iσαακ

54. καὶ ἔθυσεν Iακωβ θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει















Parse Information
Hover over the lovely Greek words to see parse information.