LXX Genesis 28
Widgets to be programmed here




1. προσκαλεσάμενος δὲ Iσαακ τὸν Iακωβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων οὐ λήμψῃ γυναῖκα ἐκ τῶν θυγατέρων *χανααν

2. ἀναστὰς ἀπόδραθι εἰς τὴν *μεσοποταμίαν εἰς τὸν οἶκον *βαθουηλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λαβὲ σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων *λαβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου

3. δὲ θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν

4. καὶ δῴη σοι τὴν εὐλογίαν Aβρααμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου ἣν ἔδωκεν θεὸς τῷ Aβρααμ

5. καὶ ἀπέστειλεν Iσαακ τὸν Iακωβ καὶ ἐπορεύθη εἰς τὴν *μεσοποταμίαν πρὸς *λαβαν τὸν υἱὸν *βαθουηλ τοῦ *σύρου ἀδελφὸν δὲ Ρεβεκκας τῆς μητρὸς Iακωβ καὶ Hσαυ

6. εἶδεν δὲ Hσαυ ὅτι εὐλόγησεν Iσαακ τὸν Iακωβ καὶ ἀπῴχετο εἰς τὴν *μεσοποταμίαν *συρίας λαβεῖν ἑαυτῷ ἐκεῖθεν γυναῖκα ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων οὐ λήμψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων *χανααν

7. καὶ ἤκουσεν Iακωβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν *μεσοποταμίαν *συρίας

8. καὶ εἶδεν Hσαυ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες *χανααν ἐναντίον Iσαακ τοῦ πατρὸς αὐτοῦ

9. καὶ ἐπορεύθη Hσαυ πρὸς Iσμαηλ καὶ ἔλαβεν τὴν *μαελεθ θυγατέρα Iσμαηλ τοῦ υἱοῦ Aβρααμ ἀδελφὴν *ναβαιωθ πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα

10. καὶ ἐξῆλθεν Iακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς *χαρραν

11. καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ ἔδυ γὰρ ἥλιος καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ

12. καὶ ἐνυπνιάσθη καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ ἧς κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς

13. δὲ κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς καὶ εἶπεν ἐγὼ κύριος θεὸς Aβρααμ τοῦ πατρός σου καὶ θεὸς Iσαακ μὴ φοβοῦ γῆ ἐφ' ἧς σὺ καθεύδεις ἐπ' αὐτῆς σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου

14. καὶ ἔσται τὸ σπέρμα σου ὡς ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλαςαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ' ἀνατολάς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου

15. καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάςων σε ἐν τῇ ὁδῷ πάσῃ οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι

16. καὶ ἐξηγέρθη Iακωβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι ἔστιν κύριος ἐν τῷ τόπῳ τούτῳ ἐγὼ δὲ οὐκ ᾔδειν

17. καὶ ἐφοβήθη καὶ εἶπεν ὡς φοβερὸς τόπος οὗτος οὐκ ἔστιν τοῦτο ἀλλ' οἶκος θεοῦ καὶ αὕτη πύλη τοῦ οὐρανοῦ

18. καὶ ἀνέστη Iακωβ τὸ πρωὶ καὶ ἔλαβεν τὸν λίθον ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς

19. καὶ ἐκάλεσεν Iακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Oἶκος θεοῦ καὶ Oυλαμλους ἦν ὄνομα τῇ πόλει τὸ πρότερον

20. καὶ ηὔξατο Iακωβ εὐχὴν λέγων ἐὰν κύριος θεὸς μετ' ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ ἐγὼ πορεύομαι καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι

21. καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου καὶ ἔσται μοι κύριος εἰς θεόν

22. καὶ λίθος οὗτος ὃν ἔστησα στήλην ἔσται μοι οἶκος θεοῦ καὶ πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω αὐτά σοι















Parse Information
Hover over the lovely Greek words to see parse information.