1. ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Aβρααμ ἐπορεύθη δὲ Iσαακ πρὸς Aβιμελεχ βασιλέα *φυλιστιιμ εἰς *γεραρα
2. ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς Aἴγυπτον κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω
3. καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Aβρααμ τῷ πατρί σου
4. καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς
5. ἀνθ' ὧν ὑπήκουσεν Aβρααμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου
6. καὶ κατῴκησεν Iσαακ ἐν *γεραροις
7. ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἶπεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας ὅτι ὡραία τῇ ὄψει ἦν
8. ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ παρακύψας δὲ Aβιμελεχ ὁ βασιλεὺς *γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν Iσαακ παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ
9. ἐκάλεσεν δὲ Aβιμελεχ τὸν Iσαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ Iσαακ εἶπα γάρ μήποτε ἀποθάνω δι' αὐτήν
10. εἶπεν δὲ αὐτῷ Aβιμελεχ τί τοῦτο ἐποίησας ἡμῖν μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου καὶ ἐπήγαγες ἐφ' ἡμᾶς ἄγνοιαν
11. συνέταξεν δὲ Aβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται
12. ἔσπειρεν δὲ Iσαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος
13. καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα
14. ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ *φυλιστιιμ
15. καὶ πάντα τὰ φρέατα ἂ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ ἐνέφραξαν αὐτὰ οἱ *φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς
16. εἶπεν δὲ Aβιμελεχ πρὸς Iσαακ ἄπελθε ἀφ' ἡμῶν ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα
17. καὶ ἀπῆλθεν ἐκεῖθεν Iσαακ καὶ κατέλυσεν ἐν τῇ φάραγγι *γεραρων καὶ κατῴκησεν ἐκεῖ
18. καὶ πάλιν Iσαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἂ ὤρυξαν οἱ παῖδες Aβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ *φυλιστιιμ μετὰ τὸ ἀποθανεῖν Aβρααμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἂ ἐπωνόμασεν Aβρααμ ὁ πατὴρ αὐτοῦ
19. καὶ ὤρυξαν οἱ παῖδες Iσαακ ἐν τῇ φάραγγι *γεραρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος
20. καὶ ἐμαχέσαντο οἱ ποιμένες *γεραρων μετὰ τῶν ποιμένων Iσαακ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία ἠδίκησαν γὰρ αὐτόν
21. ἀπάρας δὲ Iσαακ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία
22. ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Eὐρυχωρία λέγων διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς
23. ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου
24. καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν ἐγώ εἰμι ὁ θεὸς Aβρααμ τοῦ πατρός σου μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Aβρααμ τὸν πατέρα σου
25. καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Iσαακ φρέαρ
26. καὶ Aβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ *γεραρων καὶ Oχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ *φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ
27. καὶ εἶπεν αὐτοῖς Iσαακ ἵνα τί ἤλθατε πρός με ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ' ὑμῶν
28. καὶ εἶπαν ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην
29. μὴ ποιήσειν μεθ' ἡμῶν κακόν καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ' εἰρήνης καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου
30. καὶ ἐποίησεν αὐτοῖς δοχήν καὶ ἔφαγον καὶ ἔπιον
31. καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς Iσαακ καὶ ἀπῴχοντο ἀπ' αὐτοῦ μετὰ σωτηρίας
32. ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Iσαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ
33. καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος διὰ τοῦτο ὄνομα τῇ πόλει *φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας
34. ἦν δὲ Hσαυ ἐτῶν τεςαράκοντα καὶ ἔλαβεν γυναῖκα Iουδιν τὴν θυγατέρα *βεηρ τοῦ *χετταίου καὶ τὴν *βασεμμαθ θυγατέρα Aιλων τοῦ Eυαίου
35. καὶ ἦσαν ἐρίζουσαι τῷ Iσαακ καὶ τῇ Ρεβεκκα