LXX Genesis 25
Widgets to be programmed here




1. προσθέμενος δὲ Aβρααμ ἔλαβεν γυναῖκα ὄνομα *χεττουρα

2. ἔτεκεν δὲ αὐτῷ τὸν *ζεμραν καὶ τὸν Iεξαν καὶ τὸν *μαδαν καὶ τὸν *μαδιαμ καὶ τὸν Iεσβοκ καὶ τὸν *σωυε

3. Iεξαν δὲ ἐγέννησεν τὸν *σαβα καὶ τὸν *θαιμαν καὶ τὸν *δαιδαν υἱοὶ δὲ *δαιδαν ἐγένοντο Ραγουηλ καὶ *ναβδεηλ καὶ Aςουριιμ καὶ *λατουσιιμ καὶ *λοωμιμ

4. υἱοὶ δὲ *μαδιαμ *γαιφα καὶ Aφερ καὶ Eνωχ καὶ Aβιρα καὶ Eλραγα πάντες οὗτοι ἦσαν υἱοὶ *χεττουρας

5. ἔδωκεν δὲ Aβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Iσαακ τῷ υἱῷ αὐτοῦ

6. καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Aβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Iσαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν

7. ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Aβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη

8. καὶ ἐκλιπὼν ἀπέθανεν Aβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ

9. καὶ ἔθαψαν αὐτὸν Iσαακ καὶ Iσμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Eφρων τοῦ *σααρ τοῦ *χετταίου ἐστιν ἀπέναντι *μαμβρη

10. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ἐκτήσατο Aβρααμ παρὰ τῶν υἱῶν *χετ ἐκεῖ ἔθαψαν Aβρααμ καὶ *σαρραν τὴν γυναῖκα αὐτοῦ

11. ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Aβρααμ εὐλόγησεν θεὸς Iσαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν Iσαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως

12. αὗται δὲ αἱ γενέσεις Iσμαηλ τοῦ υἱοῦ Aβρααμ ὃν ἔτεκεν Aγαρ παιδίσκη *σαρρας τῷ Aβρααμ

13. καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Iσμαηλ κατ' ὄνομα τῶν γενεῶν αὐτοῦ πρωτότοκος Iσμαηλ *ναβαιωθ καὶ *κηδαρ καὶ *ναβδεηλ καὶ *μαςαμ

14. καὶ *μασμα καὶ Iδουμα καὶ *μαςη

15. καὶ *χοδδαδ καὶ *θαιμαν καὶ Iετουρ καὶ *ναφες καὶ *κεδμα

16. οὗτοί εἰσιν οἱ υἱοὶ Iσμαηλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν

17. καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Iσμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ

18. κατῴκησεν δὲ ἀπὸ Eυιλατ ἕως *σουρ ἐστιν κατὰ πρόσωπον Aἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀςυρίους κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν

19. καὶ αὗται αἱ γενέσεις Iσαακ τοῦ υἱοῦ Aβρααμ Aβρααμ ἐγέννησεν τὸν Iσαακ

20. ἦν δὲ Iσαακ ἐτῶν τεςαράκοντα ὅτε ἔλαβεν τὴν Ρεβεκκαν θυγατέρα *βαθουηλ τοῦ *σύρου ἐκ τῆς *μεσοποταμίας ἀδελφὴν *λαβαν τοῦ *σύρου ἑαυτῷ γυναῖκα

21. ἐδεῖτο δὲ Iσαακ κυρίου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν ἐπήκουσεν δὲ αὐτοῦ θεός καὶ ἔλαβεν ἐν γαστρὶ Ρεβεκκα γυνὴ αὐτοῦ

22. ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ εἶπεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι τοῦτο ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου

23. καὶ εἶπεν κύριος αὐτῇ δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαοῦ ὑπερέξει καὶ μείζων δουλεύσει τῷ ἐλάςονι

24. καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς

25. ἐξῆλθεν δὲ υἱὸς πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Hσαυ

26. καὶ μετὰ τοῦτο ἐξῆλθεν ἀδελφὸς αὐτοῦ καὶ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Hσαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Iακωβ Iσαακ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα

27. ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἦν Hσαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος Iακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν

28. ἠγάπησεν δὲ Iσαακ τὸν Hσαυ ὅτι θήρα αὐτοῦ βρῶσις αὐτῷ Ρεβεκκα δὲ ἠγάπα τὸν Iακωβ

29. ἥψησεν δὲ Iακωβ ἕψεμα ἦλθεν δὲ Hσαυ ἐκ τοῦ πεδίου ἐκλείπων

30. καὶ εἶπεν Hσαυ τῷ Iακωβ γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου ὅτι ἐκλείπω διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Eδωμ

31. εἶπεν δὲ Iακωβ τῷ Hσαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί

32. εἶπεν δὲ Hσαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια

33. καὶ εἶπεν αὐτῷ Iακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτῷ ἀπέδοτο δὲ Hσαυ τὰ πρωτοτόκια τῷ Iακωβ

34. Iακωβ δὲ ἔδωκεν τῷ Hσαυ ἄρτον καὶ ἕψεμα φακοῦ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο καὶ ἐφαύλισεν Hσαυ τὰ πρωτοτόκια















Parse Information
Hover over the lovely Greek words to see parse information.