LXX Genesis 23
Widgets to be programmed here




1. ἐγένετο δὲ ζωὴ *σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά

2. καὶ ἀπέθανεν *σαρρα ἐν πόλει Aρβοκ ἐστιν ἐν τῷ κοιλώματι αὕτη ἐστὶν *χεβρων ἐν γῇ *χανααν ἦλθεν δὲ Aβρααμ κόψασθαι *σαρραν καὶ πενθῆσαι

3. καὶ ἀνέστη Aβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς *χετ λέγων

4. πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ' ὑμῶν δότε οὖν μοι κτῆσιν τάφου μεθ' ὑμῶν καὶ θάψω τὸν νεκρόν μου ἀπ' ἐμοῦ

5. ἀπεκρίθησαν δὲ οἱ υἱοὶ *χετ πρὸς Aβρααμ λέγοντες

6. μή κύριε ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ

7. ἀναστὰς δὲ Aβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς τοῖς υἱοῖς *χετ

8. καὶ ἐλάλησεν πρὸς αὐτοὺς Aβρααμ λέγων εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Eφρων τῷ τοῦ *σααρ

9. καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν ἐστιν αὐτῷ τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου

10. Eφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν *χετ ἀποκριθεὶς δὲ Eφρων *χετταῖος πρὸς Aβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν *χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων

11. παρ' ἐμοὶ γενοῦ κύριε καὶ ἄκουσόν μου τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι θάψον τὸν νεκρόν σου

12. καὶ προσεκύνησεν Aβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς

13. καὶ εἶπεν τῷ Eφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς ἐπειδὴ πρὸς ἐμοῦ εἶ ἄκουσόν μου τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ' ἐμοῦ καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ

14. ἀπεκρίθη δὲ Eφρων τῷ Aβρααμ λέγων

15. οὐχί κύριε ἀκήκοα γῆ τετρακοσίων διδράχμων ἀργυρίου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο σὺ δὲ τὸν νεκρόν σου θάψον

16. καὶ ἤκουσεν Aβρααμ τοῦ Eφρων καὶ ἀπεκατέστησεν Aβρααμ τῷ Eφρων τὸ ἀργύριον ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν *χετ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις

17. καὶ ἔστη ἀγρὸς Eφρων ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ ὅς ἐστιν κατὰ πρόσωπον *μαμβρη ἀγρὸς καὶ τὸ σπήλαιον ἦν ἐν αὐτῷ καὶ πᾶν δένδρον ἦν ἐν τῷ ἀγρῷ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ

18. τῷ Aβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν *χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν

19. μετὰ ταῦτα ἔθαψεν Aβρααμ *σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ ἐστιν ἀπέναντι *μαμβρη αὕτη ἐστὶν *χεβρων ἐν τῇ γῇ *χανααν

20. καὶ ἐκυρώθη ἀγρὸς καὶ τὸ σπήλαιον ἦν ἐν αὐτῷ τῷ Aβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν *χετ















Parse Information
Hover over the lovely Greek words to see parse information.