LXX Genesis 22
Widgets to be programmed here




1. καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα θεὸς ἐπείραζεν τὸν Aβρααμ καὶ εἶπεν πρὸς αὐτόν Aβρααμ Aβρααμ δὲ εἶπεν ἰδοὺ ἐγώ

2. καὶ εἶπεν λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν ὃν ἠγάπησας τὸν Iσαακ καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω

3. ἀναστὰς δὲ Aβρααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ παρέλαβεν δὲ μεθ' ἑαυτοῦ δύο παῖδας καὶ Iσαακ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ θεός

4. τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναβλέψας Aβρααμ τοῖς ὀφθαλμοῖς εἶδεν τὸν τόπον μακρόθεν

5. καὶ εἶπεν Aβρααμ τοῖς παισὶν αὐτοῦ καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς

6. ἔλαβεν δὲ Aβρααμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Iσαακ τῷ υἱῷ αὐτοῦ ἔλαβεν δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν καὶ ἐπορεύθησαν οἱ δύο ἅμα

7. εἶπεν δὲ Iσαακ πρὸς Aβρααμ τὸν πατέρα αὐτοῦ εἴπας πάτερ δὲ εἶπεν τί ἐστιν τέκνον λέγων ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα ποῦ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν

8. εἶπεν δὲ Aβρααμ θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν τέκνον πορευθέντες δὲ ἀμφότεροι ἅμα

9. ἦλθον ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ θεός καὶ ᾠκοδόμησεν ἐκεῖ Aβρααμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα καὶ συμποδίσας Iσαακ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων

10. καὶ ἐξέτεινεν Aβρααμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ

11. καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ Aβρααμ Aβρααμ δὲ εἶπεν ἰδοὺ ἐγώ

12. καὶ εἶπεν μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ

13. καὶ ἀναβλέψας Aβρααμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβεκ τῶν κεράτων καὶ ἐπορεύθη Aβρααμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Iσαακ τοῦ υἱοῦ αὐτοῦ

14. καὶ ἐκάλεσεν Aβρααμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος εἶδεν ἵνα εἴπωσιν σήμερον ἐν τῷ ὄρει κύριος ὤφθη

15. καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Aβρααμ δεύτερον ἐκ τοῦ οὐρανοῦ

16. λέγων κατ' ἐμαυτοῦ ὤμοσα λέγει κύριος οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ

17. μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάςης καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων

18. καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς

19. ἀπεστράφη δὲ Aβρααμ πρὸς τοὺς παῖδας αὐτοῦ καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ κατῴκησεν Aβρααμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου

20. ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Aβρααμ λέγοντες ἰδοὺ τέτοκεν *μελχα καὶ αὐτὴ υἱοὺς *ναχωρ τῷ ἀδελφῷ σου

21. τὸν Ωξ πρωτότοκον καὶ τὸν *βαυξ ἀδελφὸν αὐτοῦ καὶ τὸν *καμουηλ πατέρα *σύρων

22. καὶ τὸν *χασαδ καὶ τὸν Aζαυ καὶ τὸν *φαλδας καὶ τὸν Iεδλαφ καὶ τὸν *βαθουηλ

23. καὶ *βαθουηλ ἐγέννησεν τὴν Ρεβεκκαν ὀκτὼ οὗτοι υἱοί οὓς ἔτεκεν *μελχα τῷ *ναχωρ τῷ ἀδελφῷ Aβρααμ

24. καὶ παλλακὴ αὐτοῦ ὄνομα Ρεημα ἔτεκεν καὶ αὐτὴ τὸν *ταβεκ καὶ τὸν *γααμ καὶ τὸν *τοχος καὶ τὸν *μωχα















Parse Information
Hover over the lovely Greek words to see parse information.