1. καὶ κύριος ἐπεσκέψατο τὴν *σαρραν καθὰ εἶπεν καὶ ἐποίησεν κύριος τῇ *σαρρα καθὰ ἐλάλησεν
2. καὶ συλλαβοῦσα ἔτεκεν *σαρρα τῷ Aβρααμ υἱὸν εἰς τὸ γῆρας εἰς τὸν καιρόν καθὰ ἐλάλησεν αὐτῷ κύριος
3. καὶ ἐκάλεσεν Aβρααμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ ὃν ἔτεκεν αὐτῷ *σαρρα Iσαακ
4. περιέτεμεν δὲ Aβρααμ τὸν Iσαακ τῇ ὀγδόῃ ἡμέρᾳ καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός
5. Aβρααμ δὲ ἦν ἑκατὸν ἐτῶν ἡνίκα ἐγένετο αὐτῷ Iσαακ ὁ υἱὸς αὐτοῦ
6. εἶπεν δὲ *σαρρα γέλωτά μοι ἐποίησεν κύριος ὃς γὰρ ἂν ἀκούσῃ συγχαρεῖταί μοι
7. καὶ εἶπεν τίς ἀναγγελεῖ τῷ Aβρααμ ὅτι θηλάζει παιδίον *σαρρα ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρει μου
8. καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη καὶ ἐποίησεν Aβρααμ δοχὴν μεγάλην ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη Iσαακ ὁ υἱὸς αὐτοῦ
9. ἰδοῦσα δὲ *σαρρα τὸν υἱὸν Aγαρ τῆς Aἰγυπτίας ὃς ἐγένετο τῷ Aβρααμ παίζοντα μετὰ Iσαακ τοῦ υἱοῦ αὐτῆς
10. καὶ εἶπεν τῷ Aβρααμ ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Iσαακ
11. σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Aβρααμ περὶ τοῦ υἱοῦ αὐτοῦ
12. εἶπεν δὲ ὁ θεὸς τῷ Aβρααμ μὴ σκληρὸν ἔστω τὸ ῥῆμα ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης πάντα ὅσα ἐὰν εἴπῃ σοι *σαρρα ἄκουε τῆς φωνῆς αὐτῆς ὅτι ἐν Iσαακ κληθήσεταί σοι σπέρμα
13. καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν ὅτι σπέρμα σόν ἐστιν
14. ἀνέστη δὲ Aβρααμ τὸ πρωὶ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Aγαρ καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν ἀπελθοῦσα δὲ ἐπλανᾶτο τὴν ἔρημον κατὰ τὸ φρέαρ τοῦ ὅρκου
15. ἐξέλιπεν δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ καὶ ἔρριψεν τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης
16. ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν εἶπεν γάρ οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν
17. εἰσήκουσεν δὲ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν καὶ ἐκάλεσεν ἄγγελος τοῦ θεοῦ τὴν Aγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ τί ἐστιν Aγαρ μὴ φοβοῦ ἐπακήκοεν γὰρ ὁ θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὗ ἐστιν
18. ἀνάστηθι λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτόν
19. καὶ ἀνέῳξεν ὁ θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ εἶδεν φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησεν τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισεν τὸ παιδίον
20. καὶ ἦν ὁ θεὸς μετὰ τοῦ παιδίου καὶ ηὐξήθη καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ ἐγένετο δὲ τοξότης
21. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ *φαραν καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Aἰγύπτου
22. ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν Aβιμελεχ καὶ Oχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ *φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Aβρααμ λέγων ὁ θεὸς μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐὰν ποιῇς
23. νῦν οὖν ὄμοσόν μοι τὸν θεὸν μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σοῦ ποιήσεις μετ' ἐμοῦ καὶ τῇ γῇ ᾗ σὺ παρῴκησας ἐν αὐτῇ
24. καὶ εἶπεν Aβρααμ ἐγὼ ὀμοῦμαι
25. καὶ ἤλεγξεν Aβρααμ τὸν Aβιμελεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος ὧν ἀφείλαντο οἱ παῖδες τοῦ Aβιμελεχ
26. καὶ εἶπεν αὐτῷ Aβιμελεχ οὐκ ἔγνων τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο οὐδὲ σύ μοι ἀπήγγειλας οὐδὲ ἐγὼ ἤκουσα ἀλλ' ἢ σήμερον
27. καὶ ἔλαβεν Aβρααμ πρόβατα καὶ μόσχους καὶ ἔδωκεν τῷ Aβιμελεχ καὶ διέθεντο ἀμφότεροι διαθήκην
28. καὶ ἔστησεν Aβρααμ ἑπτὰ ἀμνάδας προβάτων μόνας
29. καὶ εἶπεν Aβιμελεχ τῷ Aβρααμ τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων ἂς ἔστησας μόνας
30. καὶ εἶπεν Aβρααμ ὅτι τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψῃ παρ' ἐμοῦ ἵνα ὦσίν μοι εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο
31. διὰ τοῦτο ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου *φρέαρ ὁρκισμοῦ ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι
32. καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὅρκου ἀνέστη δὲ Aβιμελεχ καὶ Oχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ *φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν *φυλιστιιμ
33. καὶ ἐφύτευσεν Aβρααμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα κυρίου θεὸς αἰώνιος
34. παρῴκησεν δὲ Aβρααμ ἐν τῇ γῇ τῶν *φυλιστιιμ ἡμέρας πολλάς